previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] καὶ τὴν ἀπεσταλμένην μετακαλεῖν. δὲ πιθανωτάτη τοῖς πλείστοις φανεῖσα καὶ ὑπὸ τῶν ἐν τέλει κυρωθεῖσα γνώμη ταῦτα παρῄνει, πέμψαι τινὰς εἰς τὸν χάρακα τῶν Ῥωμαίων: κατασκόπους ὀνόματι πρεσβευτῶν ἕξοντας τὸ ἀσφαλές, οἳ δεξιώσονται τὸν ἡγεμόνα καὶ φράσουσιν, ὅτι σύμμαχοι Ῥωμαίων ἥκοντες ἀπὸ τοῦ κοινοῦ τῶν Οὐολούσκων ἄχθονται μὲν ὑστερήσαντες τῆς μάχης, ὡς οὐδεμίαν μικράν τινα τῆς προθυμίας χάριν οἰσόμενοι, τῇ δ᾽ ἐξ ἐκείνων τύχῃ μέγαν ἀγῶνα δίχα συμμάχων κατωρθωκότων συνήδονται: ἐξαπατήσαντες δ᾽ αὐτοὺς τῇ φιλανθρωπίᾳ τῶν λόγων καὶ πιστεύειν ὡς φίλοις σφίσι κατασκευάσαντες, ἅπαντα κατασκέψονται καὶ δηλώσουσιν ἀφικόμενοι πλῆθός τ᾽ αὐτῶν καὶ ὁπλισμοὺς καὶ παρασκευὰς καὶ εἴ τι κατὰ νοῦν ἔχουσι πράττειν. ὅταν δὲ ταῦτ᾽ ἀκριβῶς σφίσι γένηται φανερά, τότε προθεῖναι βουλήν, εἴτ᾽ ἐπιχειρεῖν αὐτοῖς ἄμεινον εἴη προσμεταπεμψαμένοις δύναμιν ἑτέραν, εἴτε καὶ τὴν παροῦσαν ἀπάγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: