previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] ἐπιβῆναι τῆς πατρῴας γῆς ἐᾶτε; τελευταῖον δὲ τῶν εἰρημένων οὐδενὸς ἑτέρου φήσαιτ᾽ ἂν εἶναι πλεονεκτημάτων ἔλασσον, ἐὰν ὀρθῶς σκοπῆτε, τὸ μὴ τοιαῦτα ἡμῖν ἀπηντῆσθαι παρὰ τῶν πολεμίων, οἷα ὑπελάβομεν, ἀλλὰ πολλῷ τῆς δόξης ἐνδεέστερα. ἔξω γὰρ τῆς Ἀντιατῶν [p. 270] ἐπικουρίας οὐδένας ἄλλους ὁρᾶτε κοινωνοὺς παρόντας αὐτοῖς τοῦ πολέμου: ἡμεῖς δ᾽ ἅπαντας Οὐολούσκους ἥξειν αὐτοῖς ὑπελαμβάνομεν συμμάχους καὶ Σαβίνων τε καὶ Ἑρνίκων συχνοὺς καὶ μυρίους ἄλλους 1 διὰ κενῆς ἀνεπλάττομεν ἡμῖν αὐτοῖς φόβους. πάντα δ᾽ ἦν ἄρα ταῦτα Λατίνων ὀνείρατα, ὑποσχέσεις ἔχοντα κενὰς καὶ ἐλπίδας ἀτελεῖς. οἱ μὲν γὰρ ἐγκαταλελοίπασιν αὐτῶν τὴν ἐπικουρίαν καταφρονήσαντες τῶν στρατηγῶν ἐπὶ τῆς στρατολογίας, οἱ δὲ μελλήσουσι μᾶλλον βοηθήσουσι τρίβοντες ἐν ταῖς ἐλπίσι τὸν χρόνον, οἱ δὲ νῦν ὄντες ἐν παρασκευαῖς ὑστερήσαντες τῆς μάχης οὐδὲν ἔτι αὐτοῖς χρήσιμοι γενήσονται.

1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: