previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη τὰ σώματα φθείρεται, χρημάτων δ᾽, ποτ᾽ εἰς τὴν ἀκρόπολιν συνηγάγομεν, τοσοῦτος ὄγκος ἐξερρύηκε, δεῖται δὲ ἡλικίας πόλις, ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα, ἀλλ᾽ ἐν ὅσῳ μισοῦσιν οὗτοι, χαλεπαίνουσιν, ἀλλήλοις ἐπίασιν, ἀπειλοῦσιν, ἡμεῖς ἀθλοθέται καθώμεθα τοῦ πολέμου, τὴν πόλιν περιέποντες, συλλέγοντες αὐτῇ χρήματα, ἵππους, τριήρεις, κατασκευάζοντες ὅλως τὰ πράγματα, ὥσπερ οἱ τὰς πεπονηκυίας οἰκίας ἀναλαμβάνοντες. κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρ᾽ ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθ᾽ ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται: οἶμαι δ᾽ οὐ τούτους μόνους, [p. 709] ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι. οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφ᾽ ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν τούτων 'κείνων ἐχόντων λέγω, ἀλλ᾽ ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι. ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται; ὅτι νὴ Δί᾽ οὐ συνεπεστρατεύσαμεν οὐδετέροις; οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι. ὅταν γὰρ ἑκάτεροι τῷ μὴ δι᾽ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν; πῶς μετ᾽ ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις, ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπ᾽ αὐτούς;

χωρὶς δὲ τούτων οὐδ᾽ ἐν τούτῳ σχολῆς εἶεν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδ᾽ ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν: Λακεδαιμόνιοι δ᾽ ἥδιστ᾽ ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων: οὕτω δι᾽ ὀργῆς αὐτοὺς ἔχουσι. καὶ θαῦμά γ᾽ οὐδὲν παρ᾽ ἀξίαν δοκοῦντας ἡττᾶσθαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: