previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σπεύδουσιν, ἵνα σώσωσι τὸν ᾑρημένον: καὶ πολλάκις μὲν ἀποκόψαντες ἔσωσαν καὶ ἀφῆκαν ἐλεύθερον, καὶ οὐκ αἰτοῦσι ζωάγρια: πολλάκις δὲ οὐκ ἔτυχον, ἀλλ᾽ ἥμαρτον μέν, τὸ δ᾽ οὖν ἑαυτῶν πεποιήκασιν εὖ μάλα προθύμως. ἤδη δὲ καὶ ἐς τὸν κύρτον τὸν σκάρον ἐμπεσεῖν φασι καὶ τὸ οὐραῖον μέρος ἐκβαλεῖν, τοὺς δὲ ἀθηράτους καὶ περινέοντας ἐνδακεῖν καὶ ἐς τὸ ἔξω τὸν ἑταῖρον προαγαγεῖν. εἰ δὲ ἐξείη τὸ στόμα, τῶν τίς οἱ ἔξω τὴν οὐρὰν παρώρεξεν, δὲ περιχανὼν ἠκολούθησεν. οὗτοι μὲν δὴ ταῦτα δρῶσιν, ἄνθρωποι, φιλεῖν οὐ μαθόντες, ἀλλὰ πεφυκότες. ἰχθὺς τρώκτης, τούτου μὲν κατηγορεῖ τὴν φύσιν καὶ τὸ ὄνομα, ἤδη δὲ καὶ τὸ στόμα: ὀδόντες δὲ αὐτῷ συνεχεῖς τε ἐμπεφύκασι καὶ πολλοί, καὶ πᾶν τὸ ἐμπεσὸν διατεμεῖν εὖ μάλα καρτεροί. οὐκοῦν ἁλοὺς ἀγκίστρῳ μόνος ἰχθύων ἐς τὸ ἔμπαλιν ἑαυτὸν οὐκ ἐπανάγει, ἀλλὰ ὠθεῖται τὴν ὁρμιὰν ἀποθρίσαι διψῶν. οἱ δὲ ἁλιεῖς σοφίζονται τἀναντία: τὰς γάρ τοι τῶν ἀγκίστρων λαβὰς χαλκεύονται μακράς. δὲ ῾καὶ γὰρ πώς ἐστι καὶ ἁλτικὸσ᾽ καὶ ὑπὲρ ταύτας ἀνέθορε πολλάκις καὶ τὴν τρίχα τὴν ἄγουσαν τεμὼν ἐς ἤθη τὰ τῶν ἰχθύων αὖθις ἀπονήχεται. οὗτός τοι καὶ τὴν ἀγέλην τὴν σύννομον παραλαβὼν σὺν αὐτοῖς ἐκείνοις χωρεῖ καὶ τοῖς δελφῖσιν ὁμόσε: καὶ ἕνα ἀποκριθέντα πως περιελθόντες εἶτα ἐπιτίθενται τῷ θηρίῳ καρτερῶς: ἴσασι γὰρ ὅτι τῶν ἐξ αὐτῶν δηγμάτων οὐ ῥᾳθύμως ἐπαΐει. οἳ μὲν γὰρ ἔχονται αὐτοῦ καὶ μάλα [p. 7] ἐγκρατῶς, δὲ ἀναπηδᾷ καὶ κυβιστᾷ, καὶ ὡς ὑπὸ τῆς ὀδύνης στρεβλοῦται διελέγχεται: ἀπρὶξ γὰρ ἐμφύντες συνεξαίρονται πηδῶντος. καὶ μὲν ἀποσείσασθαι καὶ ἀποκροῦσαι σπεύδει αὐτούς, οἳ δὲ οὐκ ἀνιᾶσιν, ἀλλὰ ἐσθίουσι ζῶντα. εἶτα μέντοι τι ἂν ἕκαστος μέρος ἐκτράγῃ, τοῦτο ἔχων ἀπαλλάττεται: καὶ δελφὶς ἀσμένως ἀπονήχεται, δαιτυμόνας, ὡς ἂν εἴποις, ἀκλήτους ἑστιάσας σὺν τῇ ἑαυτοῦ ὀδύνῃ ἐκείνους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: