Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ κηφὴν ὁ ἐν μελίτταις γεννώμενος μεθ᾽ ἡμέραν μὲν ἐν τοῖς ἀνθρηνίοις κατακέκρυπται, νύκτωρ δέ, [p. 8] ἡνίκα ἂν παραφυλάξῃ καθευδούσας τὰς μελίττας, ἐπιφοιτᾷ τοῖς ἔργοις αὐτῶν καὶ λυμαίνεται τοῖς σίμβλοις. τοῦτο ἐκεῖναι καταμαθοῦσαι, αἱ μὲν πλεῖσται τῶν μελισσῶν καθεύδουσιν ἅτε πεπονηκυῖαι, ὀλίγαι δὲ αὐτῶν ἐλλοχῶσιν. εἶτα ὅταν ἕλωσι τὸν φῶρα, παίουσιν αὐτὸν πεφεισμένως καὶ ἐξωθοῦσι, καὶ ἐκβάλλουσι φυγάδα εἶναι. ὃ δὲ οὐδ᾽ οὕτω πεπαίδευται: πέφυκε γὰρ καὶ ἀργὸς καὶ λίχνος, δύο κακώ. ἔξω τοίνυν τῶν κηρίων ἑαυτὸν ἀποκρύπτει, εἶτα ὅταν ἐπὶ τὰς νομὰς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.