previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σάλπιγγος ἦχον βδελύττονται Βουσιρῖται καὶ Ἄβυδος Αἰγυπτία καὶ Λύκων πόλις, ἐπεί πως ἔοικεν ὄνῳ βρωμωμένῳ. ἀλλὰ καὶ ὅσοι περὶ τὴν θρησκείαν ἔχουσι τὴν τοῦ Σαράπιδος μισοῦσι τὸν ὄνον. τοῦτό τοι καὶ Ὦχος Πέρσης εἰδὼς ἀπέκτεινε μὲν τὸν Ἆπιν, ἐξεθέωσε δὲ τὸν ὄνον, ἐς τὰ ἔσχατα λυπῆσαι θέλων τοὺς Αἰγυπτίους. ἔδωκε δὲ ἄρα καὶ αὐτὸς δίκας τῷ ἱερῷ βοῒ οὐ μεμπτὰς οὐδὲ ἥττονας Καμβύσου [p. 257] τοῦ πρώτου τὴν θεοσυλίαν ταύτην τετολμηκότος. μισοῦσι δὲ οἱ αὐτοὶ θεραπευταὶ τοῦ Διὸς τοῦ προειρημένου καὶ τὸν ὄρυγα. τὸ δὲ αἴτιον, ἀποστραφεὶς πρὸς τὴν ἀντολὴν τὴν τοῦ ἡλίου τὰ περιττὰ τῆς ἑαυτοῦ τροφῆς ἐκθλίβει φασὶν Αἰγύπτιοι. λέγουσι δὲ οἱ Πυθαγόρειοι ὑπὲρ τοῦ ὄνου καὶ ἐκεῖνο, μόνον τοῦτον τῶν ζῴων μὴ γεγονέναι κατὰ ἁρμονίαν: ταύτῃ τοι καὶ πρὸς τὸν ἦχον τὸν τῆς λύρας εἶναι κωφότατον. ἤδη δὲ αὐτόν τινες καὶ τῷ Τυφῶνι προσφιλῆ γεγονέναι φασί. λέγουσι δὲ καὶ ἐκείνην αἰτίαν τῷ ὄνῳ προσάπτειν πρὸς τοῖς προειρημένοις. πᾶν τὸ γόνιμον τετίμηται, ἐναντίως δὲ ἄρα πρὸς ταῦτα πέφυκε τὸ ζῷον τοῦτο. δίδυμα γοῦν ὄνον τεκοῦσαν οὐ ῥᾳδίως μέμνηταί τις λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), LYCO´POLIS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: