previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδιότητος ἄνω μοι λέλεκται: νῦν δὲ εἰρήσεται ὅτι καὶ μνήμην ἀγαθόν ἐστι τὸ ζῷον τοῦτο, καὶ ἐντολὰς φυλάξαι οἶδε καὶ μὴ ψεύσασθαι τὴν τῶν παρακαταθεμένων τι οὖν αὐτῷ προσδοκίαν τε καὶ ἐλπίδα. ὅτε γοῦν Ἀντίγονος ἐπολιόρκει Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον, ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα, παρακατέθετο φωνῇ τῇ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζωμένου παρέβλεπε, καὶ καθεύδοντος τῇ προβοσκίδι τὰς μυίας ἀπεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου ἐς τροφήν: εἰ δὲ μὴ παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, πάντως ἀγανακτῶν Νίκαια ἦν δῆλος καὶ τεθυμωμένος καί τι καὶ δρασείων τῶν δεινῶν. πολλάκις [p. 278] δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ εἶτα τὴν σκάφην ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δήπου φιλοῦσι καὶ αἱ τροφοὶ καὶ αἱ τίτθαι δρᾶν, ποιῶν, ἄνθρωποι, ἐλέφας. ζηλοτυπίαν ζῴων ἐνεργοτάτην διαφόρων ἐν καιρῷ οἶδα εἰπών, πορφυρίωνος καὶ κυνὸς καὶ μέντοι καὶ πελαργοῦ νὴ Δία ἐκ τρίτου: νῦν δὲ ἔοικα λέξειν ἐλέφαντος ὀργὴν ἐς γάμον ἀδικούμενον. μοιχευομένην γὰρ τὴν τοῦ πωλεύσαντος αὐτὸν καὶ τρέφοντος γυναῖκα ἐπ᾽ αὐτοφώρῳ καταλαβών, δι᾽ ἀμφοτέρων θάτερον διεὶς τοῖν κεράτοιν, ἀπέκτεινε καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, καὶ εἴασε κεῖσθαι κατὰ τῶν στρωμάτων τῶν ὑβρισμένων καὶ τῆς εὐνῆς τῆς πεπατημένης, ὡς ἐλθόντα τὸν πωλευτὴν καταγνῶναι καὶ τὸ ἀδίκημα καὶ τὸν τιμωρήσαντα αὐτῷ γνωρίσαι. καὶ τοῦτο μὲν Ἰνδικὸν τὸ ἔργον, ἐκεῖθεν δὲ ἐξεφοίτησε δεῦρο: ἀκούω δὲ καὶ ἐπὶ Τίτου ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ ἐν τῇ Ῥώμῃ ταὐτὸν γεγονέναι: προστιθέασι δὲ ὅτι ἄρα ἐνθάδε ἐλέφας ἀπέκτεινεν ἀμφοτέρους, καὶ ἱματίῳ κατεκάλυψε, καὶ ἐλθόντι τῷ τροφεῖ ἀποβαλὼν τὸ ἱμάτιον κειμένους ἀλλήλων πλησίον ἀπέδειξε, καὶ τὸ κέρας δέ, ᾧπερ οὖν διέπειρεν αὐτούς, καὶ τοῦτο ᾑμαγμένον ἑωρᾶτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: