previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βοῶν δὲ Λιβύων πλῆθος ἦν ἄρα καὶ πλέον ἀριθμοῦ, καί εἰσιν ὤκιστοι οἱ ἄγριοί τε καὶ ἐλεύθεροι. καὶ οἵ γε θηραταὶ πολλάκις σφάλλονται ἕνα διώκοντες, καὶ ἐμπίπτουσιν ἐς ἑτέρους ἀκμῆτας: καὶ μὲν ἐσδὺς ἐς θάμνον νάπην ἠφανίσθη, ἕτεροι δὲ ἀναφαίνονται ὅμοιοι καὶ ἀπατῶσι τὴν ὄψιν. καὶ εἴ γέ τις ὑπάρξαιτο τούτων διώκειν τινά, προαπερεῖ αὐτῷ ἵππῳ: τὸν μὲν γὰρ ἤδη καμόντα αἱρήσει τῷ χρόνῳ, τοὺς δὲ αὐτῶν ἀρχομένους δρόμου προπονήσαντός οἱ τοῦ ἵππου οὐχ αἱρήσει. ἁλίσκονται δὲ ἀνὰ πᾶν ἔτος πολλοὶ καὶ ἀποθνήσκουσιν, γε μὴν ἐπιγονὴ αὐτῶν διαδέχεται καὶ μάλα ἀφθόνως. ἀλῶνται δὲ σὺν τοῖς μόσχοις καὶ οἱ ταῦροι κοινῇ καὶ αἱ θήλειαι, αἳ μὲν κύουσαι, αἳ δὲ ἀρτιτόκοι. εἰ δὲ ἕλοι τις μόσχον ἔτι νεαρόν, καὶ μὴ παραχρῆμα ἀποκτείνειε, διπλοῦν κέρδος ἕξει: συνῄρηκε γὰρ καὶ τὴν τεκοῦσαν αὐτόν, δράσας γε ἐκεῖνα ἅπερ εἰπεῖν οὐκ ἔστιν ἄτοπον. τὸν [p. 347] μὲν καταδήσας σχοίνῳ ἀπολέλοιπε καὶ ἀναχωρεῖ αὐτός, δὲ τῷ πόθῳ τοῦ τέκνου τείρεται καὶ φλεγομένη οἰστρεῖται, καὶ βουλομένη λύσασα ἀπάγειν ἐμβάλλει τὰ κέρατα, ἵνα διαξήνῃ τε καὶ διαστήσῃ τὰ δεσμά. τι δ᾽ ἂν τῶν κεράτων ἐς τὴν τῆς σχοίνου συμπλοκὴν διείρῃ, κατέχεται καὶ πεδηθεῖσα σὺν τῷ μόσχῳ καταμένει, ἐκεῖνον μὲν οὐκ ἀπολύσασα, ἑαυτήν γε μὴν ἀφύκτῳ τῷ δεσμῷ περιβαλοῦσα. ταύτης οὖν θηρατὴς ἐξελὼν τὸ ἧπαρ αὑτῷ καὶ τὰ οὔθατα σφριγῶντα ἔτι ἐκτεμὼν καὶ τὴν δορὰν δείρας τὰ κρέα ἀφῆκεν ὄρνισι καὶ θηρίοις δαῖτα. τὸν δὲ μόσχον οἴκαδε κομίζει πάντα: ἔστι γὰρ καὶ ἐδωδὴν ἥδιστος, καὶ πῆξαι γάλα παρέξει ὀπὸν δούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: