previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκεῖ νομῆς τηνικάδε τῆς ὥρας ὑπερορῶσι. γίνεται δὲ ἄρα τι φῦκος ἐν τοῖς ἕρμασι τοῖς βαθέσι, καὶ τὸ μέγεθος αὐτῷ κατὰ τὴν μυρίκην ἐστί, φέρει δὲ καρπὸν τῇ μήκωνι προσεμφερῆ. καὶ τῶν μὲν ἄλλων ὡρῶν τοῦ ἔτους μέμυκε, καὶ ἔστιν ἀντίτυπος καὶ στερεὸς φύσει ὀστρέου: ἁπλοῦταί γε μὴν μετὰ τὰς τροπὰς τὰς θερινάς, ὥσπερ οὖν αἱ ἐν ῥοδωνιαῖς κάλυκες. καὶ τὸ μὲν περικείμενον ἔλυτρον φρουρεῖ τὸ [p. 356] ἔνδον, καὶ δίκην ἕρκους περιέρχεται, ἰδεῖν γε μὴν ξανθότατόν ἐστι. τὸ δὲ ὑπὸ τούτῳ τῷ χιτῶνι κυανοῦν ἐστὶ χρόᾳ καὶ χαῦνον, ὥσπερ οὖν πεπρημένη κύστις, καὶ διαυγὲς ἄγαν, λείβεταί τε ἐξ αὐτοῦ πονηρὸν φάρμακον. καὶ νύκτωρ μὲν ἐκπέμπει τοῦτο αὐγὴν πυρὶ ἐοικυῖαν, καί τινας ἀφίησι μαρμαρυγάς: ὑπανατέλλοντος δὲ τοῦ σειρίου ἔτι καὶ μᾶλλον κατισχύει τοῦ φαρμάκου κακία. καὶ ἐντεῦθεν ὅσον ἐστὶν ὑδροθηρικὸν παγκύνιόν οἱ ὄνομα θέμενοι εἶτα οἴονται τὴν τοῦ ἄστρου ἐπιτολὴν τίκτειν αὐτό. οἱ θαλάττιοι οὖν κύνες πρὸς τὴν νύκτωρ τοῦ ἄνθους φαντασίαν τὴν φλογώδη ἐμπεσόντες ὥσπερ οὖν ἐς ἕρμα τὴν ἔναλον μυρίκην τήνδε, τοῦ φαρμάκου τοῦ μὲν καταδεύσαντος αὐτούς, τοῦ δὲ καταποθέντος, καὶ ἑτέρου διὰ τῶν βραγχίων αὐτοῖς ἐσθορόντος, εἶτα μέντοι τεθνήκασι καὶ παραχρῆμα ἀναπλέουσιν. οἱ τοίνυν δεινοὶ τὰ τοιαῦτα ἀνιχνεύειν τοῦδε τοῦ φαρμάκου ἐκ τῶν κητῶν τῶν προειρημένων τὸ μὲν ἐκ τῶν μελῶν τῶν λοιπῶν, τὸ δὲ ἐκ τοῦ στόματος τοῦ θηρὸς ἀθροίζουσι. δεύτερον δὲ τὸ κακὸν τοῦτο τῆς καλουμένης χερσαίας ἀγλαοφώτιδος. ὄνομα δὲ αὐτῇ ἄρα ἔθεντο καὶ κυνόσπαστον: καὶ τίς αἰτία, ἐὰν ὑπομνησθῶ εἰπεῖν, εἴσεσθε αὐτήν. Μυσοὶ δέ, οὐχ οἱ τοῦ Τηλέφου τὸ Πέργαμον κατοικοῦντες, ἀλλὰ ἐκείνους τοὺς πρὸς τῷ Πόντῳ μοι νόει τοὺς κάτω, οἵπερ οὖν καὶ τῇ γῇ τῇ Σκυθίδι προσοικοῦσι τὰς ἐκείνων ἐπιδρομὰς ἀνείργοντες καὶ τῇ Ῥώμῃ τὸν χῶρον τὸν προειρημένον φρουροῦντες πάντα: τοὺς Ἡρακλείας πλησίον φημὶ καὶ τῶν Ἀξίου ῥευμάτων. ἐνταῦθά τοι καὶ τὴν Αἰήτου Μήδειαν οἱ ἐπιχώριοι ὑμνοῦσι τὸ ἔργον ἐκεῖνο τὸ ἐς τὸν Ἄψυρτον τὸν ἀδελφὸν χερσὶ κακαῖς τολμῆσαι, ναὶ μὰ Δία [p. 357] δυστυχῆ φήμην ἐπὶ τῇ Κόλχῳ φαρμακῷ πρὸς ταῖς ἄλλαις ταῖς ἐν Ἕλλησι τήνδε ᾄδοντες οἱ Μυσοί. ἀλλὰ οὗτοί γε θήραν ἰχθύων ἐκείνην θηρῶσιν. ἀνὴρ Ἰστριανὸς γένος, τὴν τέχνην ἁλιεύς, τῆς τοῦ Ἴστρου ὄχθης πλησίον ἐλαύνει βοῶν ζεῦγος, οὔ τι που δεόμενος ἀροῦν οὗτος: ὥσπερ γάρ φησιν λόγος, μηδὲν εἶναι βοῒ κοινὸν καὶ δελφῖνι, οὕτω τοι φιλία χερσὶν ἁλιέων καὶ ἀρότρῳ πόθεν ἂν γένοιτο; εἰ οὖν οἱ καὶ ἵππων παρείη ζεῦγος, τοῖς ἵπποις χρῆται. καὶ τὸν μὲν ζυγὸν ἀνὴρ φέρει κατὰ τῶν ὤμων, ἔρχεται δὲ ἔνθα οἱ δοκεῖ καλῶς ἔχειν ἑαυτὸν καθίσαι καὶ ἐν καλῷ τῆς ἄγρας εἶναι πεπίστευκε. τῆς οὖν μηρίνθου στερεᾶς οὔσης καὶ ἄγαν ἑλκτικῆς τὴν μὲν ἀρχὴν ἐξῆψε μέσου τοῦ ζυγοῦ, ἄδην δὲ τροφῆς παρατίθησιν τοῖς βουσὶν τοῖς ἵπποις, οἳ δὲ ἐμπίπλανται. καὶ ἐκεῖνος τῇ μηρίνθῳ κατὰ θάτερα προσῆψεν ἄγκιστρον ἰσχυρὸν καὶ μέντοι καὶ τεθηγμένον δεινῶς, περιπείρας δὲ ἄρα αὐτῷ πνεύμονα ταύρου, μεθῆκε τροφὴν Ἰστριανῷ σιλούρῳ καὶ μάλα γε ἡδίστην, ὑπὲρ τοῦ συνδέοντος τὸ ἄγκιστρον λίνου ἐξάψας τὸν ἀρκοῦντα μόλιβον, οἷον ἐς τὴν ἕλξιν εἶναι ἕρμα αὐτόν. τοίνυν ἰχθὺς ὁπόταν αἴσθηται τῆς ταυρείου βορᾶς, παραχρῆμα κατὰ τὴν ἄγραν ὁρμᾷ: εἶτα ὧν ἱμείρει τούτοις ἐντυχὼν ἀθρόως καὶ περιχανὼν ἄδην καὶ ἀταμιεύτως τὴν ἐμπεσοῦσάν οἱ κακὴν δαῖτα ἐς ἑαυτὸν σπᾷ. εἶτα ὑφ᾽ ἡδονῆς ἑλιττόμενος ὅδε γάστρις ἑαυτὸν διαλέληθε τῷ προειρημένῳ περιπαρεὶς ἀγκίστρῳ, καὶ ἀποδρᾶναι τὸ ἐμπεσὸν κακὸν διψῶν τὴν μήρινθον ὡς ἔχει δυνάμεως ὑποταράττει τε καὶ κινεῖ. συνίησιν οὖν θηρατὴς καὶ ἡδονῆς ὑπερεμπίπλαται, εἶτα τῆς ἕδρας ἀνέθορε, καὶ μεθῆκεν ἑαυτὸν ποταμίων τε ἔργων καὶ κυνηγεσίων ἐνύδρων, ὥσπερ δὲ [p. 358] ἐν δράματι ὑποκριτὴς ἀμείψας προσωπεῖον δὲ τὼ βόε ἐλαύνει τὼ ἵππω, ἀλκὴ δὲ ἄρα καὶ τοῦ κήτους καὶ τῶν ὑποζυγίων ἀντίπαλός ἐστιν. μὲν γὰρ θὴρ τοῦ Ἴστρου τρόφιμος ἕλκει κάτω ὅσον ποτὲ ἄρα τῆς ἐν αὑτῷ ῥώμης ἔχει, τὸ μέντοι ζεῦγος τὸ ἀνθέλκον ἐκτείνει τὴν μήρινθον. ἀλλά οἱ πλέον οὐδὲ ἕν: τῆς γοῦν ἐπ᾽ ἀμφοῖν ἕλξεως ἰχθὺς ἡττᾶται, καὶ ἀπειπὼν ἕλκεται κατὰ τῆς ᾐόνος. εἴποι ἂν Ὁμηρίδης δρυῶν στελέχη ἕλκειν ἡμιόνους τινάς, ὡς ἐπὶ τῇ Πατρόκλου ταφῇ Ὅμηρος ᾄδει ταῦτα δήπου τὰ ὑμνούμενα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: