Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δὲ καὶ Σκιρᾶται πέραν Ἰνδῶν ἔθνος καὶ τοῦτο, καὶ εἰσὶ σιμοὶ τὰς ῥῖνας, εἴτε οὕτως ἐκ βρεφῶν ἁπαλῶν ἐνθλάσει τῇ τῆς ῥινὸς διαμείναντες, εἴτε καὶ τοῦτον τὸν τρόπον τίκτονται. γίνονται δὲ ὄφεις παρ᾽ αὐτοῖς μεγέθει μέγιστοι, ὧν οἳ μὲν ἁρπάζουσι τὰς ποίμνας καὶ σιτοῦνται, οἳ δὲ ἐκθηλάζουσι τὸ αἷμα, ὥσπερ οὖν παρὰ τοῖς Ἕλλησιν οἱ αἰγιθῆλαι, [p. 401] ὧνπερ οὖν καὶ ἀνωτέρω οἶδα ποιησάμενος μνήμην εὐκαιροτάτην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.