Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παμμένης ἐν τῷ περὶ θηρίων σκορπίους λέγει γίνεσθαι πτερωτοὺς καὶ δικέντρους ἐν Αἰγύπτῳ ῾καὶ οὔ φησιν ἀκοὴν λέγειν, ἀλλὰ ἑαυτοῦ τήνδε τὴν ἱστορίαν ὁμολογεἶ καὶ ὄφεις δικεφάλους, καὶ ἔχειν δύο πόδας κατὰ τὸ οὐραῖον τούτους. Κτησίας γε μὴν ὁ Κνίδιός φησι περὶ τὴν Περσικὴν Σιττάκην ποταμὸν εἶναι Ἀργάδην ὄνομα. ὄφεις δὲ ἄρα ἐν αὐτῷ γίνεσθαι πολλούς, μέλανας τὸ σῶμα πλήν γε τῆς κεφαλῆς: εἶναι δὲ αὐτοῖς λευκὴν ταύτην. προϊέναι δὲ ἐς ὀργυιὰν τὸ μῆκος τοὺς ὄφεις τούσδε. καὶ μεθ᾽ ἡμέραν μὲν μὴ ὁρᾶσθαι, ὑφύδρους δὲ νήχεσθαι, νύκτωρ δὲ ἢ τοὺς ὑδρευομένους ἢ τοὺς τὴν ἐσθῆτα φαιδρύνοντας διαφθείρειν. πολλοὺς δὲ ἄρα πάσχειν τοῦτο ἢ χρείᾳ ὕδατος ἐπιλείποντος ἢ μεθ᾽ ἡμέραν ἀσχοληθέντας ἀποπλῦναι τὴν ἐσθῆτα μὴ δεδυνημένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.