previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκούω δὲ ἔγωγε καὶ Ἰνδὸν ἔποπα διπλασίονα τοῦ παρ᾽ ἡμῖν καὶ ὡραιότερον ἰδεῖν. καὶ Ὅμηρος μὲν λέγει βασιλεῖ κεῖσθαι ἄγαλμα Ἕλληνι χαλινὸν καὶ κόσμον ἵππου, δὲ ἔποψ οὗτος Ἰνδῶν βασιλεῖ ἄθυρμά ἐστι, καὶ διὰ χειρῶν αὐτὸν φέρει, καὶ ἥδεται αὐτῷ, καὶ συνεχὲς ἐνορᾷ τὴν ἀγλαΐαν τεθηπὼς τοῦ ὄρνιθος καὶ τὸ κάλλος τὸ αὐτοφυές. ἐπᾴδουσι δὲ ἄρα τῷδε τῷ ὀρνέῳ καὶ μῦθον Βραχμᾶνες, καὶ γε μῦθος ᾀδόμενος οὗτός ἐστιν. παῖς ἐγένετο Ἰνδῶν βασιλεῖ, καὶ ἀδελφοὺς εἶχεν, οἵπερ οὖν ἀνδρωθέντες ἐκδικώτατοί τε γίνονται καὶ λεωργότατοι. καὶ τούτου μὲν ὡς νεωτάτου καταφρονοῦσι, τὸν δὲ πατέρα ἐκερτόμουν καὶ τὴν μητέρα, τὸ γῆρας αὐτῶν ἐκφαυλίσαντες. ἀναίνονται οὗν ἐκεῖνοι τὴν σὺν τούτοις διατριβήν, καὶ ᾤχοντο φεύγοντες τε παῖς καὶ οἱ γέροντες. συντόνου δὲ ἄρα αὐτοὺς πορείας διαδεξαμένης, οἳ μὲν ἀπεῖπον καὶ ἀποθνήσκουσιν, δὲ παῖς οὐκ ὠλιγώρησεν αὐτῶν, ἀλλ᾽ ἔθαψεν αὐτοὺς ἐν ἑαυτῷ, ξίφει τὴν κεφαλὴν διατεμών. ἀγασθέντα δὲ τὸν πάντ᾽ ἐφορῶντα Ἥλιον οἱ αὐτοί φασι τῆς εὐσεβείας τὴν ὑπερβολήν, ὄρνιν αὐτὸν ἀποφῆναι, κάλλιστον μὲν [p. 390] ὄψει, μακραίωνα δὲ τὸν βίον: ὑπανέστηκε δέ οἱ καὶ λόφος ἐκ τῆς κορυφῆς, οἱονεὶ μνημεῖον τοῦτο τῶν πεπραγμένων ὅτε ἔφευγεν. τοιαῦτα ἄττα καὶ Ἀθηναῖοι ὑπὲρ τοῦ κορύδου τερατευόμενοι προσεῖχον μύθῳ τινί, ᾧπερ οὖν ἀκολουθῆσαί μοι δοκεῖ καὶ Ἀριστοφάνης τῆς κωμῳδίας ποιητὴς ἐν Ὄρνισι λέγων

ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ᾽ Αἴσωπον πεπάτηκας,
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ᾽ αὐτῆς ἀποθνήσκειν:
γῆν δ᾽ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον. τὴν δ᾽ ἀποροῦσαν
ὑπ᾽ ἀμηχανίας τὸν πατέρ᾽ αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
ἔοικεν οὖν ἐξ Ἰνδῶν τὸ μυθολόγημα ἐπ᾽ ἄλλου μὲν ὄρνιθος, ἐπιρρεῦσαι δ᾽ οὖν καὶ τοῖς Ἕλλησιν. ὠγύγιον γάρ τι μῆκος χρόνου λέγουσι Βραχμᾶνες, ἐξ οὗ ταῦτα τῷ ἔποπι τῷ Ἰνδῷ ἔτι ἀνθρώπῳ ὄντι καὶ παιδὶ τήν γε ἡλικίαν ἐς τοὺς γειναμένους πέπρακται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: