previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι φῦλον ἱεράκων, καὶ καλεῖται κεγχρηίς, καὶ ποτοῦ δεῖται οὐδὲ ἕν. ὀρείτης δὲ γένος ἄλλο αὐτῶν: καὶ ἑκάτερός ἐστι δεινῶς φιλόθηλυς, καὶ ἕπεται κατὰ τοὺς δυσέρωτας, οὐδὲ ἀπολείπεται. εἰ δὲ γυνὴ ἀπέλθοι που παραλαθοῦσα, δὲ ὑπεραλγεῖ καὶ βοᾷ, καὶ ἔοικε λυπουμένῳ ἐρωτικῶς εὖ μάλα. καμόντες δὲ τὴν ὄψιν ἱέρακες, εὐθὺ τῶν αἱμασιῶν ἴασι, καὶ τὴν [p. 54] ἀγρίαν θριδακίνην ἀνασπῶσι, καὶ τὸν ὀπὸν αὐτῆς πικρὸν ὄντα καὶ δριμὺν ὑπὲρ τῶν ὀφθαλμῶν αἰωροῦσι τῶν σφετέρων, καὶ λειβόμενον δέχονται, καὶ τοῦτο αὐτοῖς ὑγίειαν ἐργάζεται. λέγουσι δὲ καὶ τοὺς ἰατρικοὺς χρῆσθαι τῷδε τῷ φαρμάκῳ ἐς τὴν χρείαν τῶν καμνόντων τὴν αὐγήν, καὶ ἐκ τῶν ὀρνίθων ἴασις κέκληται: καὶ οὐκ ἀρνοῦνται μαθηταὶ ἀκούοντες ὀρνίθων οἱ ἄνθρωποι, ἀλλὰ ὁμολογοῦσι. λέγεται δὲ καὶ θεοσύλην ἐν Δελφοῖς ἐλέγξαι ποτὲ ἱέραξ, ἐμπίπτων τε αὐτῷ καὶ παίων τὴν κεφαλήν. πιστεύονται δὲ εἶναι ἱέρακες καὶ νόθοι, ἀντικριθέντες πρὸς τὰς τῶν ἀετῶν φυλάς. ἦρος δὲ ἀρχομένου οἱ έν Αἰγύπτῳ τῶν ἁπάντων δύο προαιροῦνται, καὶ ἀποστέλλουσι κατασκεψομένους νήσους τινὰς ἐρήμους, αἵπερ οὖν τῆς Λιβύης πρόκεινται. εἶτα ὑποστρέφουσιν οὗτοι, καὶ ἡγοῦνται τῆς πτήσεως τοῖς ἄλλοις. οἱ δὲ ἥκοντες ἑορτὴν ὑπὲρ τῆς ἐπιδημίας τοῖς ἐν τῇ Λιβύῃ παρέχουσι: σίνονται γὰρ οὐδὲ ἕν. παρελθόντες δὲ ἐς τὰς νήσους, ἃς οἱ πρῶτοι θεασάμενοι τῶν ἄλλων ἐπιτηδειοτέρας σφίσιν ἔκριναν, ἐνταῦθα κατὰ πολλὴν τὴν γαλήνην τε καὶ ἡσυχίαν ἀποτίκτουσι καὶ ἐκγλύφουσι, καὶ θηρῶνται στρουθοὺς καὶ πελειάδας, καὶ τοὺς νεοττοὺς ἐν ἀφθόνοις ἐκτρέφουσιν: εἶτα ἤδη παγέντας καὶ ἐκπετησίμους γεγενημένους παραλαβόντες ἐς τὴν Αἴγυπτον ἀπάγουσιν, ὥσπερ οὖν ἐς τὰ οἰκεῖα τὰ πατρῷα τὰς ἐν τοῖς συντρόφοις χωρίοις διατριβάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: