previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ γέρανοι γίνονται μὲν ἐν Θρᾴκῃ, δὲ χειμεριώτατον χωρίων ἐστὶ καὶ κρυμωδέστατον ὧν ἀκούω. οὐκοῦν φιλοῦσι τὴν χώραν ἐν γεγόνασι, φιλοῦσι δὲ καὶ ἑαυτάς, καὶ νέμουσι τὸ μέν τι τοῖς ἤθεσι τοῖς πατρῴοις, τὸ δέ τι τῇ σφῶν αὐτῶν σωτηρίᾳ. τοῦ μὲν γὰρ θέρους κατὰ χώραν μένουσι, φθινοπώρου δὲ ἤδη μεσοῦντος ἐς Αἴγυπτόν τε καὶ Λιβύην ἀπαίρουσι καὶ Αἰθιοπίαν, ὥσπερ οὖν γῆς περίοδον εἰδυῖαι καὶ φύσεις ἀέρων καὶ ὡρῶν διαφοράς. καὶ χειμῶνα ἠρινὸν διαγαγοῦσαι, πάλιν ὅταν ὑπεύδια ἄρξηται καὶ εἰρηναῖα τὰ τοῦ ἀέρος, ὑποστρέφουσιν ὀπίσω. ποιοῦνται δὲ ἡγεμόνας τῆς πτήσεως τὰς ἤδη τῆς ὁδοῦ πεπειραμένας: εἶεν δ᾽ ἂν ὡς τὸ εἰκὸς αἱ πρεσβύτεραι. καὶ οὐραγεῖν δὲ τὰς τηλικαύτας ἀποκρίνουσι: μέσαι δὲ αὐτῶν αἱ νέαι τετάχαται. φυλάξασαι δὲ ἄνεμον οὖρον καὶ φίλον σφίσι καὶ κατόπιν ῥέοντα, χρώμεναί οἱ πομπῷ καὶ ἐπωθοῦντι ἐς τὸ πρόσω, εἶτα μέντοι τρίγωνον ὀξυγώνιον τὸ σχῆμα τῆς πτήσεως ἀποφήνασαι, ἵνα ἐμπίπτουσαι τῷ ἀέρι διακόπτωσιν αὐτὸν ῥᾷστα, τῆς πορείας ἔχονται. οὕτω [p. 64] μὲν δὴ θερίζουσί τε καὶ χειμάζουσι γέρανοι: σοφίαν δὲ ἥγηνται ἄνθρωποι θαυμαστὴν τοῦ Περσῶν βασιλέως ἐς ἐπιστήμην ἀέρων κράσεως, Σοῦσα καὶ Ἐκβάτανα ᾄδοντες καὶ τὰς δεῦρο καὶ ἐκεῖσε τοῦ Πέρσου τεθρυλημένας μεταβάσεις. ὅταν δὲ προσφερόμενον ἀετὸν αἱ γέρανοι θεάσωνται, γενόμεναι κυκλόσε καὶ κολπωσάμεναι ἀπειλοῦσιν ὡς ἀντιταξόμεναι: δὲ κρούεται τὸ πτερόν. ἀλλήλων δὲ τοῖς πυγαίοις ἐπερείδουσαι τὰ ῥάμφη, εἶτα μέντοι τρόπον τινὰ τὴν πτῆσιν συνδέουσι, καὶ τὸν κάματον σφίσιν εὐκάματον ἀποφαίνουσι, πεφεισμένως ἀναπαυόμεναι ἐς ἀλλήλας αἱ αὐταί. ἐν δὲ γῇ μηκίστῃ πηγῆς ὅταν τύχωσιν, ἀναπαύονται νύκτωρ καὶ καθεύδουσι, τρεῖς δὲ τέσσαρες προφυλάττουσι τῶν λοιπῶν καὶ ὑπὲρ τοῦ μὴ κατακοιμίσαι τὴν φυλακὴν ἑστᾶσι μὲν ἀσκωλιάζουσαι, τῷ γε μὴν μετεώρῳ ποδὶ λίθον κατέχουσι τοῖς ὄνυξι μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς, ἵνα ἐάν ποτε λάθωσιν ἑαυτὰς ἐς ὕπνον ὑπολισθάνουσαι, πεσὼν καὶ ὑποκτυπήσας λίθος ἀποδαρθάνειν καταναγκάσῃ. γέρανος δὲ λίθον ὅνπερ οὖν καταπίνει ὑπὲρ τοῦ ἔχειν ἕρμα, χρυσοῦ βάσανός ἐστιν, ὅταν οἷον ὁρμισαμένη καὶ καταχθεῖσα εἶτα μέντοι ἀνεμέσῃ αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: