previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦν δὲ ἄρα οἰκεῖα τῷ πεπαιδευμένῳ καὶ ταῦτα εἰδέναι. σοφώτατος κόκκυξ καὶ πλέκειν εὐπόρους ἐξ ἀπόρων μηχανὰς δεινότατος. ἑαυτῷ μὲν γὰρ συνεπίσταται [p. 73] ἐπῳάζειν οὐ δυναμένῳ καὶ ἐκλέπειν διὰ ψυχρότητα τῆς ἐν τῷ σώματι συγκράσεως, ὥς φασιν. οὐκοῦν ὅταν τίκτῃ, οὔτε αὐτὸς νεοττιὰν ὑποπλέκει οὔτε τιθηνεῖται τὰ βρέφη, φυλάττει δὲ ἄρα τοὺς τῶν νεοττιῶν δεσπότας ἀφεστῶτας καὶ πλανωμένους, καὶ παρελθὼν ἐς καταγωγὴν ὀθνείαν ἐντίκτει. οὐ πάντων δὲ ὀρνίθων καλιαῖς ἐπιπηδᾷ οὗτός γε, ἀλλὰ κορύδου καὶ φάττης καὶ χλωρίδος καὶ πάππου: τουτοις γὰρ συνεπίσταται ὅμοια αὐτῷ ᾠὰ τίκτουσι. καὶ κενῶν μὲν αὐτῶν οὐσῶν, οὐκ ἂν παρέλθοι: ᾠῶν δὲ ἔνδον ὄντων εἶτα μέντοι τὰ ἑαυτοῦ παρενέμιξεν. ἐὰν δὲ πολλὰ τὰ ἐκείνων, τὰ μὲν ἐκκυλίσας ἠφάνισε, τὰ δὲ ἑαυτοῦ κατέλιπε, διαγνωσθῆναί τε καὶ φωραθῆναι δι᾽ ὁμοιότητα μὴ δυνάμενα. καὶ οἱ μὲν ὄρνιθες οἱ προειρημένοι τὰ μηδὲν σφίσι προσήκοντα ἐκγλύφουσιν, ὑποπηγνύμενα δὲ ἐκεῖνα ἑαυτοῖς συνεγνωκότα τὴν νοθείαν ἐκπέτεταί τε καὶ παρὰ τὸν γεινάμενον στέλλεται: τῶν γὰρ πτερῶν αὐτοῖς περιχυθέντων γνωρίζεται ἀλλότρια ὄντα, καὶ αἰκίζεται πικρότατα. ὁρᾶται δὲ μίαν ὥραν τοῦ ἔτους τὴν ἀρίστην κόκκυξ: ἦρος γὰρ ὑπαρχομένου καὶ αὐτὸς ἐμφανής ἐστιν ἐς ἀνατολὰς Σειρίου, εἶτα τῆς τῶν πολλῶν ὄψεως ἀνεχώρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: