previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγον δὲ Ἰταλὸν τῇ Συβαριτῶν πόλει συνακμάσαντος ἔργου μνημονεύοντα καὶ φοιτήσαντα ἐς ἐμὲ εἰπεῖν οὐ χεῖρόν ἐστι. τὴν ἡλικίαν ἀντίπαις, αἰπόλος τὸ ἐπιτήδευμα, ὄνομα Κρᾶθις, ἐς ὁρμὴν ἀφροδίσιον ἐμπεσὼν τῇ τῶν αἰγῶν ἰδεῖν ὡραιοτάτῃ μίγνυται, καὶ τῇ ὁμιλίᾳ ἥσθη, καὶ εἴ ποτε ἐδεῖτο ἀφροδίτης ὡς αὐτὴν ἐφοίτα, καὶ εἶχεν ἐρωμένην αὐτήν: καὶ μέντοι καὶ οἷα λαμβάνειν ἠδύνατο δῶρα, τοιαῦτα ἐραστὴς αἰπόλος τῇ ἐρωμένῃ τῇ προειρημένῃ προσέφερε, καὶ κυτίσου ποτὲ τοὺς ὡραιοτάτους ἀκρεμόνας καὶ μίλακος πολλάκις καὶ σχίνου τραγεῖν παρέσχε, τὸ στόμα ἀποφαίνων αὑτῷ, εἰ δεηθείη φιλῆσαι, εὐῶδες αὐτῆς. ἀλλὰ καὶ στιβάδα ἐγκαθεύδειν ὡς νύμφῃ παρεσκεύασεν ἁβροτάτην τε καὶ μαλθακήν. οὔκουν ἀμελῶς ταῦτα ἐθεάσατο τῆς ἀγέλης ἡγεμὼν τράγος, ἀλλὰ αὐτὸν ἔσεισι ζηλοτυπία. καὶ κατέκρυπτε μὲν τέως τὸν θυμόν, καθήμενον δὲ αὐτόν ποτε ἐλλοχᾷ καὶ καθεύδοντα: ἦν δὲ ἄρα ἐμβαλὼν τὸ πρόσωπον ἐς τὸν κόλπον. ὡς οὖν εἶχε δυνάμεως τὴν κεφαλὴν προσήραξε, καὶ διέθρυψέν οἱ τὸ βρέγμα. διαρρεῖ τοίνυν ἐς τοὺς ἐπιχωρίους τὰ πραχθέντα, καὶ τῷ μὲν οὐκ ἀφανῆ τάφον ἀνέστησαν, ἐξ αὐτοῦ δὲ τὸν ποταμὸν Κρᾶθιν ὠνόμασαν. γίνεται δὲ ἐκ τῆς ὁμιλίας τῆς πρὸς τὴν αἶγα παιδίον, καὶ ἦν αἲξ τὰ σκέλη, τὸ πρόσωπον ἄνθρωπος. τοῦτον καὶ ἐκθεωθῆναι λόγος ἔχει, καὶ θεὸν ὑλαῖόν τε καὶ [p. 158] ναπαῖον νομισθῆναι τὸν αὐτόν. μετειληχέναι δὴ καὶ ζηλοτυπίας τὰ ζῷα τράγος διδάσκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: