Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μὲν ἄλλοι κύνες καὶ ἑλεῖν καὶ ἀνιχνεῦσαι τὰ θηρία σοφοί, οἱ δὲ Αἰγύπτιοι φυγεῖν δεινότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν, ἡσυχῆ δὲ καὶ ἐς κόρον πιεῖν τὸ δέος οὐ συγχωρεῖ. [p. 164] καὶ διὰ ταῦτα οὐ πίνουσιν ἐπικύψαντες, ὡς ἂν μή τι τῶν κάτωθεν ἀνερπύσαν εἶτα ἐξαρπάσῃ αὐτούς. οὐκοῦν τὴν μὲν ὄχθην παραθέουσι, λάπτουσι δὲ τῇ γλώττῃ, ἁρπάζοντες ὡς ἂν εἴποι τις ἢ καὶ νὴ Δία κλέπτοντες τὸ πῶμα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.