previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄνευ δὲ λογιστικῆς οἱ φοίνικες συμβαλεῖν ἐτῶν πεντακοσίων ἴσασιν ἀριθμόν, μαθηταὶ φύσεως τῆς σοφωτάτης ὄντες, καὶ διὰ ταῦτά τοι μηδὲ δακτύλων δεδεημένοι ἄλλου τινὸς ἐς ἐπιστήμην ἀριθμητικῆς. ὑπὲρ ὅτου δὲ ἴσασι τοῦτο καὶ εἰδέναι ἀνάγκη αὐτούς, δημώδης ἐστὶν λόγος. τὸν δὲ τῶν πεντακοσίων ἐτῶν χρόνον πληρούμενον ἴσασιν Αἰγυπτίων τις οὐδείς, ὀλίγοι δὲ κομιδῆ καὶ οὗτοι τῶν ἱερέων. οὗτοι γοῦν πρὸς ἀλλήλους ὑπὲρ τούτων οὐ ῥᾳδίως συμβῆναι ἔχουσιν, ἀλλὰ οἳ μὲν ἐρεσχελοῦσι σφᾶς αὐτοὺς ἐρίζοντες ὡς οὐ νῦν ἀλλ᾽ ἐς ὕστερον ὅδε θεῖος ὄρνις ἀφίξεται ὡς ἐχρῆν ἥκειν: δὲ ἄλλως ἐκείνων ἐριζόντων ἀποσημαίνεται δαιμονίως τὸν καιρὸν καὶ πάρεστιν. οἳ δέ, θύειν ἀνάγκη αὐτοὺς καὶ ὁμολογεῖν ὅτι τὸν μὲν ἥλιον ἐν ταῖς λέσχαις καταδύειν ἄγουσι σχολήν, οὐκ ἴσασι δὲ ὅσα ὄρνιθες. ἐκεῖνα δέ, πρὸς τῶν θεῶν, οὐ σοφά, εἰδέναι ποῦ μὲν Αἴγυπτός ἐστι, ποῦ δὲ καὶ Ἡλίου πόλις, ἔνθα [p. 166] αὐτῷ πέπρωται ἥκειν, καὶ ὅπου ποτὲ τὸν πατέρα καταθέσθαι χρὴ καὶ ἐν θήκαις τίσι; ταῦτα δὲ εἰ μὴ δοκεῖ θαυμαστά, ἆρά γε τὰ ἀγοραῖα καὶ τὰ ἐνόπλια καὶ τὰς ἄλλας τῶν ἀνθρώπων ἐς ἀλλήλους τε καὶ κατ᾽ ἀλλήλων ἐπιβουλὰς ἐροῦμεν σοφά; ἐμοὶ μὲν οὐ δοκεῖ, Σισύφων καὶ Κερκώπων καὶ Τελχίνων ζηλωταὶ ἄνθρωποι. λέγω δὲ πρὸς τοὺς ἀκριβοῦντας ταῦτα, πρός γε μὴν τοὺς ἀτελέστους τοῖς προειρημένοις κακοῖς οὐ λέγω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: