previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καρκίνων γένη διάφορα καὶ φῦλα ποικίλα ἀκούω εἶναι. καὶ γὰρ οὖν καὶ πετραῖοί εἰσιν: ἀλλὰ καὶ πηλοὶ τίκτουσι καρκίνους, καὶ φυκία καὶ ψάμμος. ἰδέαι τε αὐτῶν καὶ ἐπωνυμίαι πολλαί. πλανῶνται δὲ δεῦρο [p. 186] καὶ ἐκεῖσε οἱ καλούμενοι δρομίαι ῾ὧδε γὰρ καλεῖν αὐτοὺς πρεπωδέστατον᾽: ἀτρεμεῖν γὰρ καὶ ἡσυχάζειν ἐπὶ τῆς αὐτῆς χώρας οὔτε ἐθέλουσιν οὔτε πεφύκασιν, ἀλλὰ περὶ τοὺς αἰγιαλοὺς ἀλῶνται, ὅθενπερ καὶ ἐξέφυσαν: ἤδη δὲ καὶ στέλλονται πορρωτέρω, ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων φιλαπόδημοι. ὑπόθεσις δὲ αὐτοῖς τῆς τοσαύτης ἄλης τὸ ἐθέλειν πλείονός τινος ἀπολαῦσαι. ἐν δὲ τῷ Θρᾳκίῳ Βοσπόρῳ ἐπειδὰν τὸ ῥεῦμα βίαιον ἐκ τοῦ Πόντου καταφέρηται, βούλονται μὲν οἱ καρκίνοι πρὸς ἐναντίον ὠθούμενοι τὸν ῥοῦν βαδίζειν, ταῖς δὲ ἄκραις ὡς τὸ εἰκὸς βιαιότερον τὸ ῥεῦμα περιρρήγνυται. τοὺς οὖν καρκίνους ὠθήσει τε πάντως καὶ ἀνατρέψει, εἰ μέλλοιεν ἰέναι τῷ ῥῷ ὁμόσε. οἳ δὲ ταῦτα προΐσασι, καὶ ἐπειδὰν ἀφίκωνται τῆς ἄκρας πλησίον, ἕκαστος ἔν τινι κολπώδει χωρίῳ ἐπέχει, καὶ τοὺς λοιποὺς ἀναμένει. εἶτα ἀθροισθέντες ἐν ταὐτῷ προσανέρπουσιν ἐς τὴν γῆν, καὶ ἀναρριχῶνται ἐπὶ τοὺς κρημνούς, καὶ τὸ μάλιστα ῥοῶδες καὶ βίαιον τοῦ πελάγους πεζοὶ διέρχονται. εἶτα ἔξω τῆς ἄκρας γενόμενοι καὶ παραμείψαντες αὐτὴν ἐς τὴν θάλατταν κατίασιν αὖθις. φείδονται δὲ αὐτῶν οἱ ἁλιεῖς, ὅτι ἑκόντες ἐπὶ τὴν γῆν προσέρπουσι, σωθῆναι δεόμενοι ὁμοῦ αὐτοῖς. οὔκουν ὑπομένουσι τοῦ κλύδωνος ἀγριώτεροι δοκεῖν οἱ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: