previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γῆ Λίβυσσα πολλῶν καὶ ποικίλων θηρίων γόνιμός ἐστι, καὶ μέντοι καὶ τὸ κατώβλεπον οὕτω καλούμενον καὶ αὐτὸ αὐτὴ ἔοικε τίκτειν. καὶ ταύρῳ μέν ἐστι παραπλήσιον ὅσα ἰδεῖν, τὴν δὲ ὄψιν δοκεῖ [p. 172] βλοσυρώτερον. ὑψηλαὶ μὲν γὰρ αἱ ὀφρύες αὐτῷ καὶ δασεῖαι, οἱ δὲ ὀφθαλμοὶ ὑπόκεινται οὐ μάλα τι κατὰ τοὺς τῶν βοῶν μεγάλοι, βραχύτεροι δὲ καὶ ὕφαιμοι: καὶ ὁρῶσιν οὐκ εὐθύωρον, ἀλλὰ ἐς τὴν γῆν, ἔνθεν τοι καὶ κέκληται κατώβλεπον. λόφος δὲ ἄρα ἄνωθεν ἐκ τῆς κορυφῆς ἀρξάμενος αὐτῷ καὶ ἱππείᾳ τριχὶ παραπλήσιος διὰ τοῦ μετώπου κάτεισι, καὶ τὸ πρόσωπόν οἱ καταλαμβάνει, καὶ ἐργάζεται φοβερώτερον τῷ ἐντυχόντι. σιτεῖται δὲ ἄρα ῥίζας θανατηφόρους. ἐπειδὰν δὲ ὑποβλέψῃ ταυρηδόν, φρίττει μὲν παραχρῆμα καὶ ἐγείρει τὴν λοφιάν: ὑπανισταμένης δὲ ἄρα ταύτης καὶ ὀρθουμένης καὶ γυμνουμένων τῶν περὶ τὸ στόμα χειλέων, ἐκπέμπει διὰ τῆς φάρυγγος ὀξειοβαρὲς καὶ βρωμῶδες, ὡς καταλαμβάνεσθαι μὲν τὸν ὑπὲρ κεφαλῆς ἀέρα, τῶν δὲ ζῴων τὰ πλησιάζοντα ἀναπνέοντα τοῦτον κακοῦσθαι σφόδρα, καὶ ἀφωνίαις τε καὶ σπασμοῖς θανατώδεσι περιπίπτειν. συνίησί τε τῆς ἑαυτοῦ δυνάμεως ὅδε θήρ: οἶδε δὲ αὐτὸν καὶ τὰ ζῷα, καὶ ὡς ὅτι πορρωτάτω ἀποδιδράσκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: