previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰσμηνίου τοῦ Θηβαίου σοφὸν ἅμα καὶ Ἑλληνικὸν οὐκ ἂν ἀποκρυψαίμην ἔργον. πρεσβεύων οὗτος ὑπὲρ τῆς πατρίδος πρὸς τὸν βασιλέα τῶν Περσῶν, ἀφικετο μέν, ἐβούλετο δὲ αὐτὸς ὑπὲρ ὧν ἧκεν ἐντυχεῖν τῷ Πέρσῃ. ἔφατο οὖν πρὸς αὐτὸν χιλίαρχος καὶ τὰς ἀγγελίας ἐσκομίζων τῷ βασιλεῖ καὶ τοὺς δεομένους ἐσάγων ῾ἀλλ᾽, ξένε Θηβαῖἐ ῾ἔλεγε δὲ ταῦτα περσίζων δι᾽ ἑρμηνέως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλιάρχᾠ, ῾νόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν ἐς ὀφθαλμοὺς ἐλθόντα βασιλέως μὴ πρότερον λόγου μεταλαγχάνειν πρὶν προσκυνῆσαι αὐτόν. εἰ τοίνυν αὐτὸς δι᾽ ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ὥρα σοι τὰ ἐκ τοῦ νόμου δρᾶν: εἰ δὲ μή, τὸ αὐτό σοι τοῦτο [p. 10] καὶ δι᾽ ἡμῶν ἀνυσθήσεται καὶ μὴ προσκυνήσαντι.᾿ τοίνυν Ἰσμηνίας ῾ἄγε μἐ εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν: καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσεως, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. πάντα οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: