Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ ἀλώπηξ, οὐ μόνον τὸ χερσαῖον θηρίον δολερόν ἐστιν, ἀλλὰ καὶ ἡ θαλαττία πανοῦργός ἐστι. τὸ μὲν γὰρ δέλεαρ οὐχ ὑφορᾶται, οὐδὲ μὴν φυλάττεται διὰ τὴν ἀκρασίαν τοῦτο, τοῦ δὲ ἀγκίστρου καταφρονεῖ καὶ πάνυ. πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα ἀνασπάσαι τὸν κάλαμον ἣ δὲ ἀνέθορε, καὶ ἀπέκειρε τὴν ὁρμιὰν καὶ νήχεται αὖθις. πολλάκις οὖν καὶ δύο καὶ τρία κατέπιεν ἄγκιστρα, ὁ δ᾽ ἁλιεὺς ἐκείνην οὐκ ἐδείπνησε προϊοῦσαν τῆς θαλάττης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.