previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν Φιλίππου καὶ Ὀλυμπιάδος Ἀλέξανδρος ἐν Βαβυλῶνι τὸν βίον καταστρέψας, νεκρὸς ἔκειτο, τοῦ Διὸς εἶναι λέγων. καὶ στασιαζόντων περὶ τῆς βασιλείας τῶν περὶ αὐτόν, ταφῆς ἄμοιρος ἦν, ἧς μεταλαγχάνουσι καὶ οἱ σφόδρα πένητες, τῆς φύσεως τῆς κοινῆς ἀπαιτούσης τὸν μηκέτι ζῶντα κατακρύψαι. ἀλλ᾽ οὗτός γε τριάκοντα ἡμέρας κατελέλειπτο ἀκηδής, ἕως Ἀρίστανδρος Τελμησσεύς, θεόληπτος γενόμενος ἔκ τινος ἄλλης συντυχίας κατασχεθείς, ἦλθεν ἐς μέσους τοὺς Μακεδόνας καὶ πρὸς αὐτοὺς ἔφη πάντων τῶν ἐξ αἰῶνος βασιλέων εὐδαιμονέστατον Ἀλέξανδρον γεγονέναι, καὶ ζῶντα καὶ ἀποθανόντα: λέγειν γὰρ τοὺς θεοὺς πρὸς αὐτὸν ὅτι ἄρα ὑποδεξαμένη γῆ τὸ σῶμα, ἐν τὸ πρότερον ᾤκησεν ἐκείνου ψυχή, πανευδαίμων τε ἔσται καὶ ἀπόρθητος δι᾽ αἰῶνος. ταῦτα μαθόντες πολλὴν ἐσεφέροντο φιλονεικίαν, ἕκαστος ἐς τὴν ἰδίαν αὑτοῦ βασιλείαν τὸ ἀγώγιμον τοῦτο ἄγειν ἐπιθυμῶν, ἵνα κειμήλιον ἔχῃ βασιλείας ἀσφαλοῦς καὶ ἀκλινοῦς ὅμηρον. Πτολεμαῖος δέ, εἴ τι χρὴ πιστεύειν, τὸ σῶμα ἐξέκλεψε, καὶ μετὰ σπουδῆς ἐς τὴν Ἀλεξάνδρου πόλιν τὴν κατ᾽ Αἴγυπτον ἐκόμισε. καὶ οἱ μὲν ἄλλοι Μακεδόνες τὴν ἡσυχίαν [p. 142] ἦγον. Περδίκκας δὲ αὐτὸν διώκειν ἐπεχείρησεν. οὐ τοσοῦτον δὲ ἔμελε τούτῳ τῆς ἐς Ἀλέξανδρον πολυωρίας καὶ. τῆς ἐς τὸν νεκρὸν ὁσίας, ὅσον τὰ προλεχθέντα ὑπὸ τοῦ Ἀριστάνδρου ἀνέφλεγεν αὐτὸν καὶ ἐξῆπτεν. ἐπεὶ δὲ κατέλαβε τὸν Πτολεμαῖον, ὑπὲρ τοῦ νεκροῦ μάχη καρτερὰ πάνυ σφόδρα ἐγένετο, ἀδελφὴ τρόπον τινὰ τῆς ὑπὲρ τοῦ εἰδώλου τοῦ ἐν Τροίᾳ, ὅπερ Ὅμηρος ᾄδει, λέγων ὑπὲρ Αἰνείου τὸν Ἀπόλλωνα ἐς μέσους ἐμβαλεῖν τοὺς ἥρωας. ἀνέστειλε δὲ τὴν ὁρμὴν τοῦ Περδίκκα Πτολεμαῖος: εἴδωλον γὰρ ποιησάμενος ὅμοιον Ἀλεξάνδρῳ κατεκόσμησεν ἐσθῆτι βασιλικῇ καὶ ἐνταφίοις ἀξιοζήλοις. εἶτα τοῦτο ἀνακαύσας ἐπὶ μίαν τῶν Περσικῶν ἁμαξῶν, τὸ ἐπ᾽ αὐτῆς κατεσκεύασε φέρτρον μεγαλοπρεπῶς ἀργύρῳ καὶ χρυσῷ καὶ ἐλέφαντι: καὶ τὸ μὲν ὄντως Ἀλεξάνδρου σῶμα λιτῶς καὶ ὡς ἔτυχε προύπεμψε κρυπταῖς ὁδοῖς καὶ ἀτρίπτοις. δὲ Περδίκκας καταλαβὼν τὸ τοῦ νεκροῦ φάσμα καὶ τὴν διασκευασθεῖσαν ἁρμάμαξαν ἀνεστάλη τοῦ δρόμου, οἰόμενος ἔχειν τὸ ἆθλον: ὀψὲ δὲ ἔμαθεν ἀπατηθείς, ἡνίκα διώκειν οὐκ εἶχε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: