Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τιμόθεος ὁ Κώνωνος ὁ στρατηγὸς τῶν Ἀθηναίων ἀποστάς ποτε τῶν δείπνων τῶν πολυτελῶν καὶ τῶν ἑστιάσεων τῶν στρατηγικῶν ἐκείνων παραληφθεὶς ὑπὸ Πλάτωνος ἐς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς ἅμα καὶ μουσικῶς ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθὼν ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. ἐκ δὴ τούτου διέβαλλε Τιμόθεος τὰ πολυτελῇ δεῖπνα καὶ φορτικὰ ὡς πάντως ἐς τὴν ὑστεραίαν οὐκ εὐφραίνοντα. λόγος δὲ καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ [p. 27] καὶ ταὐτὸν νοῶν, οὐ μὴν τὰ αὐτὰ λέγων περίεισιν, ὅτι ἄρα τῇ ὑστεραίᾳ ὁ Τιμόθεος περιτυχὼν τῷ Πλάτωνι εἶπεν ῾ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον ἐς τὴν ὑστεραίαν ἢ ἐς τὴν παροῦσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.