previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εὶπεῖν ἐθέλω: τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος φιλόκαλος ἄνθρωπος καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονίως: διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου Ἀκραγαντίνου καὶ ἐκείνου καὶ τὴν ψυχὴν ἀγαθοῦ καὶ τὸ κάλλος διαφέροντος. τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν Μελάνιππον: δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος προσέταξεν τύραννος τὴν γραφὴν καταθέσθαι. τοῦ δὲ μὴ πειθομένου δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα. [p. 18] καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησεν ἀνάγκῃ προστάξαντος τοῦ Φαλάριδος, οἱ δὲ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἠφάνισαν. βαρέως δὲ ἐπὶ τούτοις νεανίσκος ἤνεγκεν ὑβρίσθαι λέγων, καὶ ὡμολόγει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: