Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Σόλων ἐς τὴν ὑπὲρ Σαλαμῖνος μάχην ἐστρατήγησε, καὶ δύο νεῶν Μεγαρίδων κρατήσας μετεβίβασε στρατηγοὺς Ἀττικοὺς ἐς αὐτάς, καὶ τὰ τῶν πολεμίων ὅπλα τοῖς οἰκείοις περιθεὶς καὶ μεθορμισθεὶς δι᾽ ἀπάτης πολλοὺς τῶν Μεγαρέων κατέκοψεν ἀνάπλους. ἐκράτησε δὲ καὶ τοῖς λόγοις αὐτῶν, οὐ λόγων δεινότητι ἀλλὰ δι᾽ αὐτῶν τῶν ἐλέγχων τὸ πλέον ἐνεγκάμενος. ἀρχαίας γὰρ θήκας ἀνοίξας ἀπέδειξε πάντας Ἀθηναίους πρὸς δύσιν κειμένους κατὰ τὸ πάτριον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.