previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σόλων Ἐξηκεστίδου γέρων ἤδη ὢν ὑπώπτευε Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἡνίκα παρῆλθεν ἐς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων καὶ ᾔτει φρουρὰν Πεισίστρατος. ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ῥᾳθύμως ἀκούοντας, προσέχοντας δὲ τῷ Πεισιστράτῳ, ἔφη ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος. ὁπόσοι μὲν μὴ γινώσκουσιν ὅτι φυλακὴν λαβὼν περὶ τὸ σῶμα τύραννος ἔσται, ἀλλὰ τούτων μέν ἐστι σοφώτερος: ὁπόσοι δὲ γινώσκοντες ὑποσιωπῶσι, τούτων ἀνδρειότερός ἐστιν. δὲ λαβὼν τὴν δύναμιν τύραννος ἦν. καθεζόμενος δὲ Σόλων πρὸ τῆς οἰκίας, τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγεν ὅτι ἐξώπλισται καὶ βοηθεῖ τῇ πατρίδι δύναται, στρατηγὸς μὲν διὰ τὴν ἡλικίαν οὐκέτι ὤν, εὔνους δὲ διὰ τὴν γνώμην. ὅμως οὖν Πεισίστρατος, εἴτε αἰδοῖ τῇ πρὸς τὸν ἄνδρα καὶ τὴν σοφίαν αὐτοῦ, [p. 94] εἴτε καὶ μνήμῃ τῶν ἐφ᾽ ἡλικίας ῾λέγεται γὰρ αὐτοῦ παιδικὰ γενέσθαἰ, οὐδέν γε ἔδρασε κακὸν Σόλωνα. δ᾽ οὖν Σόλων ὀλίγῳ ὕστερον ὑπέργηρως ὢν τὸν βίον ἐτελεύτησεν, ἐπὶ σοφίᾳ καὶ ἀνδρείᾳ μεγάλην ἀπολιπὼν δόξαν. καὶ ἀνέστησαν αὐτῷ χαλκῆν εἰκόνα ἐν τῇ ἀγορᾷ: ἀλλὰ καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ παρὰ τὰς πύλας πρὸς τῷ τείχει ἐν δεξιᾷ ἐσιόντων, καὶ περιῳκοδόμητο αὐτῷ τάφος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: