This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι Σκύθης ὁ Ἰνυκῖνος ὁ τῶν Ζαγκλαίων μόναρχος ἀνέβη ἐς Ἀσίαν παρὰ βασιλέα Δαρεῖον. καὶ αὐτὸν ἐνόμισε πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅσοι ἐκ τῆς Ἑλλάδος παρ᾽ αὐτὸν ἀνέβησαν, ὅτι παραιτησάμενος βασιλέα ἀφίκετο ἐς Σικελίαν καὶ πάλιν ἐκ Σικελίας παρὰ βασιλέα ὀπίσω. τοῦτο δὲ Δημοκήδης ὁ Κροτωνιάτης οὐκ ἐποίησε, καὶ διὰ τοῦτο Δαρεῖος ὑπὲρ αὐτοῦ φλαύρως ἔλεγεν, ἀπατεῶνα λέγων καὶ ἄνθρωπον κάκιστον. ὁ οὖν Σκύθης ἐν Πέρσαις μέγα ὄλβιος ὢν γήρᾳ κατέστρεψε τὸν βίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.