previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη: μετὰ δὲ ταῦτα, τοῦ χειμῶνος ἐν Κορνήλιός τε Σπινθὴρ καὶ Μέτελλος Νέπως ὑπατεύειν ἤρξαντο [p. 310] διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. οἱ γὰρ Βελγικοὶ τῷ τε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοις [2] γένεσι προσοικοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν οἱ δὲ ἐφρόντιζον αὐτῶν οὐδέν, τότε δὲ τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν, καὶ κοινῷ πλὴν Ῥημῶν 1 λόγῳ χρησάμενοι συνεβουλεύσαντό τε ἐπὶ τοῖς Ῥωμαίοις καὶ συνώμοσαν, Γάλβαν 2 προστησάμενοι. [3] Ταῦτ᾽ οὖν Καῖσαρ παρὰ τῶν Ῥημῶν 3 μαθὼν ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν, [4] πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν δι᾽ αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπ᾽ αὐτοὺς νυκτὸς

1 *(rhmw=n Xyl., r(hnw=n L.

2 sunw/mosan *ga/lban Bk., sunwmo/santo a)dra\n L.

3 *(rhmw=n Xyl., r(hnw=n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: