previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλαττουμένου, Κάτων Μᾶρκος ἐπελθὼν ἀνίσωσεν 1 αὐτούς: τῷ τε γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρχοῦντος ἐπέπεμπτο, προθύμως [2] αὐτῷ συνήρατο. μέγα γὰρ ἐπ᾽ αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. μὲν γὰρ Πτολεμαῖος τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τά τε ἐψηφισμένα ᾔσθετο καὶ μήτ᾽ ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτ᾽ αὖ στερηθεὶς τῆς [3] ἀρχῆς ζῆν ὑπέμεινε, 2 φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ [p. 338] φίλοι καὶ σύμμαχοι τῶν Ῥωμαίων ἀντὶ δούλων [4] ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο: δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τά τε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέδειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον εἰ 3 πολέμῳ τινὶ ἐνενικήκει μετεποιεῖτο: ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρημάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.

1 a)ni/swsen Oddey, a)ne/swsen L.

2 u(pe/meine R. Steph., u(pe/mene L.

3 ei) added by Leuncl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: