previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57. ἦρχε δὲ τότε τῶν Αἰγυπτίων Βερενίκη, καὶ ἐπιεικὲς μὲν οὐδὲν πρὸς τὸν. ... καίτοι φοβουμένη τοὺς Ῥωμαίους, ἔπραξε, Σέλευκον δέ τινα, ὡς καὶ ἐκ τοῦ βασιλείου γένους τοῦ ποτε ἐν τῇ Συρίᾳ ἀνθήσαντος ὄντα, μεταπέμψασα ἄνδρα τε ἐπεγράψατο καὶ κοινωνὸν τῆς τε βασιλείας καὶ [2] τοῦ πολέμου ἐποιήσατο. ὡς δὲ ἐκεῖνος ἐν οὐδενὸς μοίρᾳ ὢν ἑωρᾶτο, τοῦτον μὲν ἀπέκτεινεν, Ἀρχέλαον δὲ τὸν τοῦ Ἀρχελάου τοῦ πρὸς τὸν Σύλλαν αὐτομολήσαντος, δραστήριόν τε ὄντα καὶ ἐν τῇ Συρίᾳ τὴν δίαιταν ἔχοντα, ἐπὶ τοῖς αὐτοῖς ἐπηγάγετο. 1 γὰρ Γαβίνιος ἐδύνατο μὲν ἀρχόμενον τὸ δεινὸν παῦσαι ῾τὸν γὰρ Ἀρχέλαον προϋποτοπήσας συνέλαβε, καὶ ἔμελλεν ἐκ τούτου μηδὲν ἔτ᾽ [3] ἔργον ἕξειν᾽, φοβηθεὶς δὲ μὴ καὶ ἐλάττω διὰ τοῦτο παρὰ τοῦ Πτολεμαίου τῶν ὡμολογημένων οἱ χρημάτων, ὡς οὐδὲν ἀξιόλογον πεποιηκώς, λάβοι, καὶ ἐλπίσας ἔτι καὶ πλείω πρός τε τὴν δεινότητα καὶ πρὸς τὴν δόξαν τὴν τοῦ Ἀρχελάου χρηματιεῖσθαι, καὶ προσέτι καὶ ἄλλα παρ᾽ αὐτοῦ ἐκείνου συχνὰ λαβών, ἐθελοντὴς αὐτὸν ὡς καὶ διαδράντα

1 e)phga/geto Rk., u(phga/geto L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: