previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 34]1. ἀποθανόντος δὲ τοῦ Κλαυδίου κατὰ μὲν τὸ δικαιότατον ἡγεμονία τοῦ Βρεττανικοῦ ἦν ῾γνήσιος γὰρ τοῦ Κλαυδίου παῖς ἐπεφύκει, καὶ τῇ τοῦ σώματος ἀκμῇ καὶ ὑπὲρ τὸν τῶν ἐτῶν ἀριθμὸν ἤνθεἰ, ἐκ δὲ δὴ τοῦ νόμου καὶ τῷ Νέρωνι διὰ τὴν ποίησιν ἐπέβαλλεν. ἀλλ᾽ οὐδὲν γὰρ 2. δικαίωμα τῶν ὅπλων ἰσχυρότερόν ἐστι: πᾶς γὰρ δυνάμει προὔχων δικαιότερα 1 ἀεὶ καὶ λέγειν καὶ πράττειν δοκεῖ: Νέρων οὖν τάς τε διαθήκας τοῦ Κλαυδίου ἠφάνισε καὶ τὴν ἀρχὴν πᾶσαν διεδέξατο, τόν τε Βρεττανικὸν καὶ τὰς ἀδελφὰς αὐτοῦ διεχρήσατο: τί γὰρ ἄν τις καὶ τὰ τῶν ἄλλων παθήματα κατοδύραιτο ;” Xiph. 147, 6-19 R. St. ; cf. Zon. 11, 12, p. 37, 22-28 D., Suid. s.v. dikai/wma.2. σημεῖα δ᾽ αὐτῷ τῆς αὐταρχίας τάδε ἐγένετο. ἀκτῖνες γὰρ τικτόμενον αὐτὸν ὑπὸ τὴν ἕω ἐξ οὐδεμιᾶς τοῦ ἡλίου φανερᾶς προσβολῆς περιέσχον: καί τις ἀστρολόγος ἔκ τε τούτων καὶ ἐκ τῆς τῶν ἀστέρων φορᾶς τῆς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πρὸς ἀλλήλους ὁμιλίας δύο ἅμα περὶ αὐτοῦ ἐμαντεύσατο, ὅτι τε βασιλεύσει καὶ ὅτι τὴν [2] μητέρα φονεύσει. ἀκούσασα δὲ ταῦθ᾽ Ἀγριππῖνα παραυτίκα μὲν οὕτως ἐξεφρόνησεν ὡς καὶ αὐτὸ τοῦτο ἀναβοῆσαι, ‘ἀποκτεινάτω με, μόνον βασιλευσάτω,’ ὕστερον δὲ καὶ πάνυ μετανοήσειν ἐπὶ τῇ εὐχῇ ἔμελλεν. ἐς γὰρ τοῦτο μωρίας ἀφικνοῦνταί τινες ὥστε, ἄν τι προσδοκήσωσιν ἀγαθὸν κακῷ μεμιγμένον λήψεσθαι, εὐθὺς μὲν ἐπιθυμίᾳ τοῦ κρείττονος καταφρονεῖν τοῦ χείρονος, ἐπειδὰν δὲ καὶ ἐκείνου καιρὸς ἔλθῃ, δυσκολαίνειν καὶ μὴ ἂν μηδὲ τὸ βέλτιστον [p. 36] [3] εἰληφέναι βεβουλῆσθαι. καίτοι καὶ τὴν πονηρίαν καὶ τὴν ἀσέλγειαν τὴν τοῦ Νέρωνος καὶ Δομίτιος πατὴρ ἱκανῶς, οὐκ ἐκ μαντείας ἀλλ᾽ ἐκ τῶν τρόπων τῶν τε ἑαυτοῦ καὶ τῶν τῆς Ἀγριππίνης, προείδετο, καὶ εἶπεν 2 ὅτιἀδύνατόν ἐστιν ἄνδρα τινὰ ἀγαθὸν ἔκ τε ἐμοῦ καὶ ἐκ [4] ταύτης γεννηθῆναι.’ προϊόντος δὲ τοῦ χρόνου λεβηρὶς περὶ τὸν αὐχένα τοῦ Νέρωνος παιδίου ἔτ᾽ ὄντος εὑρεθεῖσα παρέδωκε τοῖς μάντεσι λέγειν ὅτι ἰσχὺν παρά του 3 γέροντος μεγάλην λήψεται, ἐπειδὴ τὸ γῆρας διὰ ταῦθ᾽ οἱ ὄφεις ἐκδύεσθαι νομίζονται. 3. ἑπτὰ δὲ καὶ δέκα ἔτη ἦγεν ὅτ᾽ ἦρξεν, ἔς τε τὸ στρατόπεδον ἐσῆλθε, καὶ ἀναγνοὺς ὅσα Σενέκας ἐγεγράφει, ὑπέσχετο αὐτοῖς ὅσα Κλαύδιος ἐδεδώκει. τοσαῦτα δὲ καὶ πρὸς τὴν βουλήν, πρὸς τοῦ Σενέκου καὶ αὐτὰ γραφέντα, ἀνέγνω ὥστε καὶ ἐς ἀργυρᾶν στήλην ἐγγραφῆναι καὶ ἐν ταῖς νέαις τῶν ἀεὶ ὑπάτων ἀρχαῖς ἀναγινώσκεσθαι ψηφισθῆναι. καὶ οἱ μὲν ἐκ τούτων ὡς καὶ κατὰ συγγραφήν τινα καλῶς ἀρχθησόμενοι παρεσκευάζοντο. [2] καὶ τὸ μὲν πρῶτον Ἀγριππῖνα πάντα αὐτῷ 4 τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει, 5 καὶ τὰς ἐξόδους ἅμα ἐποιοῦντο, πολλάκις μὲν καὶ ἐν τῷ αὐτῷ φορείῳ κατακείμενοι: τὸ δὲ δὴ πλεῖον μὲν ἐφέρετο, δὲ συμπαρείπετο. ταῖς τε πρεσβείαις [p. 38] ἐχρημάτιζε καὶ ἐπιστολὰς καὶ δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. 6Xiph. 147, 77-148, 18 R. St.ὅτι Πάλλας συνὼν τῇ Ἀγριππίνῃ πάντα φορτικὸς καὶ ἐπαχθὴς ἦν.” Exc. UG 37.[3] ὡς δὲ ἐπὶ πολὺ τοῦτ᾽ ἐγίνετο, ἐδυσχέρανεν τε Σενέκας καὶ Βοῦρρος, φρονιμώτατοί τε ἅμα καὶ δυνατώτατοι τῶν περὶ τὸν Νέρωνα ἀνδρῶν ὄντες ῾ὁ μὲν γὰρ ἔπαρχος τοῦ δορυφορικοῦ ἦν, δὲ διδάσκαλος αὐτοὖ, καὶ ἔπαυσαν τὸ γινόμενον τοιᾶσδε ἀφορμῆς λαβόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ Ἀγριππῖνα ἐπὶ τὸ βῆμα, ἀφ᾽ οὗ σφίσιν Νέρων διελέγετο, ἀναβῆναι [4] ἠθέλησεν. ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρχῆς ἐκφανῆναι, 7 καὶ μετὰ τοῦτ᾽ ἔπραττον ὅπως μηδὲν ἔτ᾽ αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται. 4. κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν ἅπασαν παρέλαβον, καὶ διῴκησαν ἐφ᾽ ὅσον ἠδυνήθησαν ἄριστα καὶ δικαιότατα, ὥσθ᾽ ὑπὸ πάντων ἀνθρώπων ὁμοίως ἐπαινεθῆναι. τε γὰρ Νέρων οὔτ᾽ ἄλλως φιλοπραγματίας ἦν καὶ ἔχαιρεν ἐν ῥᾳστώνῃ διάγων, καὶ διὰ ταῦτα τῇ τε μητρὶ πρότερον ὑπεπεπτώκει, 8 καὶ τότε ἠγάπα ὅτι [p. 40] αὐτός τε ἐν ἡδοναῖς ἦν καὶ ἡγεμονία οὐδὲν [2] ἧττον διήγετο: καὶ ἐκεῖνοι συμφρονήσαντες αὐτοὶ μὲν πολλὰ τὰ μὲν μετερρύθμισαν τῶν 9 καθεστηκότων, τὰ δὲ καὶ παντελῶς κατέλυσαν, ἄλλα τε καινὰ προσενομοθέτησαν, τὸν δὲ δὴ Νέρωνα τρυφᾶν εἴων, ὅπως διακορής, ἄνευ μεγάλου τινὸς τῶν κοινῶν πάντων κακοῦ, ὧν ἐπεθύμει γενόμενος μεταβάληται, ὥσπερ οὐκ εἰδότες ὅτι ψυχὴ νέα τε καὶ αὐθάδης ἔν τε τρυφῇ ἀνεπιπλήκτῳ καὶ ἐν ἐξουσίᾳ αὐτοτελεῖ τραφεῖσα οὐχ ὅσον οὐ κόρον αὐτῶν ἴσχει, ἀλλὰ καὶ ἐξ [3] αὐτῶν τούτων προσδιαφθείρεται. ἀμέλει καὶ Νέρων τὰ μὲν πρῶτα ἁπλῶς πως δεῖπνά τε ἐποίει καὶ κώμους 10 ἐκώμαζε καὶ ἐμέθυε καὶ ἤρα, ἔπειτα δὲ ὡς οὔτε ἐκείνῳ τις ἐπέπληττεν οὔτε τὰ κοινὰ χεῖρον παρὰ τοῦτο διεχειρίζετο, ἐπίστευσεν ὅτι καὶ καλῶς αὐτὰ ποιεῖ καὶ δύναται [4] καὶ ἐπὶ πλεῖόν σφισι χρῆσθαι, κἀκ τούτου ταῦτά τε ὡς 11 ἕκαστα ἐκφανέστερον καὶ προπετέστερον πράττειν ἤρξατο, καὶ εἰ δή τι ἐκεῖνοι παραινοῦντες μήτηρ νουθετοῦσα αὐτὸν ἔλεγε, παρόντας μέν σφας ᾐδεῖτο καὶ ὑπισχνεῖτο μεταθήσεσθαι, ἀπελθόντων δὲ τῆς τε ἐπιθυμίας ἐγίγνετο καὶ τοῖς πρὸς τἀναντία αὐτὸν ἄγουσιν, [5] ἅτε καὶ ἐπὶ πρανὲς ἕλκουσιν, ἐπείθετο. καὶ μετὰ τοῦτο τὰ μὲν καταφρονήσας, οἷά που συνεχῶς παρὰ τῶν συνόντων ἀκούωνσὺ δὲ τούτων ἀνέχῃ; σὺ δὲ τούτους φοβῇ; οὐκ οἶσθα ὅτι Καῖσαρ εἶ καὶ σὺ ἐκείνων ἐξουσίαν, ἀλλ᾽ οὐκ [p. 42] ἐκεῖνοι σοῦ ἔχουσι;’ τὰ δὲ καὶ φιλονεικῶν μήτε τῆς μητρὸς ὡς καὶ κρείττονος ἐλαττοῦσθαι μήτε τοῦ Σενέκου τοῦ τε Βούρρου ὡς καὶ φρονιμωτέρων 5. ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγγέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν. ὡς δ᾽ ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο, νομίζων τῆς αὐτοκρατορικῆς 12 καὶ τοῦτ᾽ ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς κακίστοις μηδενὸς ὑστερίζειν. [2] ἐπαινούμενος δὲ ἐπὶ τούτοις ὑπὸ τοῦ ὁμίλου, καὶ πολλὰ ὑπ᾽ αὐτοῦ καὶ ἡδέα ἀκούων, οὐδ᾽ ἑαυτοῦ ἐφείσατο, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ παρὰ τοῖς συνοῦσίν οἱ ἐχειρούργησεν αὐτά, ἔπειτα καὶ ἐδημοσίευσεν, ὥστε πολλὴν μὲν αἰσχύνην παντὶ τῷ Ῥωμαίων γένει προσθεῖναι, πολλὰ δὲ καὶ [3] δεινὰ αὐτοὺς ἐργάσασθαι. καὶ γὰρ βίαι καὶ ὕβρεις ἁρπαγαί τε καὶ φόνοι καὶ ὑπ᾽ αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν ἀεί τι παρ᾽ αὐτῷ δυναμένων ἀμύθητοι ἐγίγνοντο. καὶ δὴ πάντως ἐξ ἀνάγκης πᾶσι τοῖς τοιούτοις ἕπεται, πολλὰ μέν, ὡς εἰκός, χρήματα ἀνηλίσκετο, πολλὰ δὲ ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. 13 ἦν μὲν [4] γὰρ οὐδ᾽ ἄλλως 14 μικρόφρων: τεκμήριον δέ, Δορυφόρῳ τῷ τὰ τῆς ἀρχῆς αὐτοῦ βιβλία διέποντι πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας δοθῆναι κελεύσας, εἶτ᾽ ἐπειδὴ Ἀγριππῖνα ἐσώρευσεν αὐτὰς ἵνα ἀθρόον τὸ ἀργύριον ἰδὼν μεταβάληται, ἤρετο πόσον εἴη τὸ κείμενον, [p. 44] καὶ μαθὼν ἐδιπλασίασεν αὐτό, εἰπὼν ὅτι [5]ἠγνόησα ὀλίγον οὕτω κεχαρισμένος.’ πολλῷ δὲ δῆλον 15 καὶ ἐκ τοῦ πλήθους τῶν δαπανωμένων ταχὺ μὲν 16 τοὺς ἐν τῷ βασιλικῷ θησαυροὺς ἐξήντλησε, ταχὺ δὲ πόρων καινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ [6] προσαπώλλυντο. καὶ οὕτω καὶ ἄλλους, εἰ καὶ μηδὲν μέγα ἐκέκτηντο, ἀλλ᾽ ἀρετήν γέ τινα καὶ γένος εἶχον, ὑποπτεύων ἄχθεσθαί οἱ καὶ ἐμίσει καὶ διέφθειρε.” Xiph. 148, 18-149, 30 R. St., Exc. UG 37, p. 390 (p. 21, 13-22, 11), Exc. Val. 233, p. 678-682 (p. 21, 15-24, 16), Exc. Val. 234, p. 682 (p. 24, 17-25, 6).6. τοιοῦτος μὲν τὸ σύμπαν Νέρων ἐγένετο, λέξω δὲ καὶ καθ᾽ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου [2] τιμῆσαι. ἐπαιρομένων δὲ δὴ καὶ τῶν ἱπποτρόφων καὶ τῶν ἡνιόχων τῇ παρ᾽ αὐτοῦ σπουδῇ, καὶ δεινῶς τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους ὑβριζόντων, Αὖλος Φαβρίκιος στρατηγῶν ἐκείνοις μὲν μὴ βουληθεῖσιν ἐπὶ μετρίοις τισὶν ἀγωνίσασθαι οὐκ ἐχρήσατο, κύνας δὲ διδάξας ἕλκειν ἅρματα ἀντὶ ἵππων ἐσήγαγε. [3] γενομένου δὲ τούτου οἱ μὲν τῇ λευκῇ τῇ τε πυρρᾷ σκευῇ χρώμενοι τὰ ἅρματα εὐθὺς καθῆκαν, τῶν δὲ δὴ πρασίων τῶν τε οὐενετίων 17 μηδ᾽ ὣς ἐσελθόντων, [p. 46] Νέρων τὰ ἆθλα τοῖς ἵπποις αὐτὸς ἔθηκε, καὶ ἱπποδρομία ἐτελέσθη.” Xiph. 149, 30-150, 10 R. St.[4] ὅτι Ἀγριππῖνα οὕτω καὶ τὰ μέγιστα πράττειν ἐπεχείρει ὥστε Μᾶρκον Ἰούνιον Σιλανὸν ἀπέκτεινε, πέμψασα αὐτῷ τοῦ φαρμάκου τὸν ἄνδρα ἐδεδολοφονήκει.” Exc. Val. 235 (p. 682).[5] ὅτι ἦρχε τῆς Ἀσίας Σιλανός, καὶ ἦν οὐδὲ ἓν 18 τοῖς ἤθεσι τοῦ γένους ἐνδεέστερος. ἀφ᾽ οὗπερ καὶ τὰ μάλιστα ἔλεγεν αὐτὸν ἀποκτεῖναι, 19 ἵνα μὴ καὶ τοῦ Νέρωνος οὕτω ζῶντος προκριθείη. καὶ μέντοι καὶ ἐκαπήλευσε πάντα, καὶ ἐκ τῶν βραχυτάτων τῶν τε αἰσχίστων ἠργυρολόγει.” Exc. Val. 236 (p. 682).[6] ὅτι Λαιλιανὸς ἀποσταλεὶς ἐς τὴν Ἀρμενίαν ἀντὶ τοῦ Πωλίωνος τὴν τῶν νυκτοφυλάκων ἀρχὴν προσετέτακτο, καὶ ἦν οὐδὲν τοῦ Πωλίωνος βελτίων, ἀλλὰ καὶ ὅσῳ τῇ ἀξιώσει αὐτοῦ προεῖχε, τόσῳ καὶ ἀπληστότερος ἐπὶ τοῖς κέρδεσιν ἐπεφύκει.” Exc. Val. 237 (p. 682).7. ἐλυπεῖτο δὲ καὶ Ἀγριππῖνα μηκέτι τῶν ἐν τῷ παλατίῳ διὰ τὴν Ἀκτὴν μάλιστα κυριεύουσα. δὲ δὴ Ἀκτὴ ἐπέπρατο μὲν ἐκ τῆς Ἀσίας, ἀγαπηθεῖσα δὲ ὑπὸ τοῦ Νέρωνος ἔς τε τὸ τοῦ Ἀττάλου γένος ἐσήχθη καὶ πολὺ καὶ ὑπὲρ τὴν Ὀκταουίαν τὴν γυναῖκα 20 αὐτοῦ ἠγαπήθη. [2] οὖν Ἀγριππῖνα διά τε τἆλλα καὶ διὰ ταῦτ᾽ ἀγανακτοῦσα τὸ μὲν πρῶτον νουθετεῖν αὐτὸν ἐπειρᾶτο, καὶ τῶν συνόντων αὐτῷ τοὺς μὲν πληγαῖς ᾐκίζετο τοὺς δὲ ἐκποδὼν ἐποιεῖτο, [3] ὡς δὲ οὐδὲν ἐπέραινεν, ὑπερήλγησε καὶ εἶπεν [p. 48] αὐτῷ ὅτιἐγώ σε αὐτοκράτορα ἀπέδειξα,’ ὥσπερ ἀφελέσθαι τὴν μοναρχίαν αὐτοῦ δυναμένη: οὐ γὰρ ἠπίστατο ὅτι πᾶσα ἰσχὺς αὔταρχος, παρ᾽ ἰδιώτου δοθεῖσά τῳ, τοῦ τε δόντος αὐτὴν εὐθὺς ἀπαλλάττεται καὶ τῷ λαβόντι κατ᾽ ἐκείνου προσγίνεται.” Xiph. 150, 11-22 R. St.[4] τὸν δὲ Βρεττανικὸν φαρμάκῳ δολοφονήσας Νέρων, ἐπειδὴ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου ἐγενήθη, γύψῳ ἔχρισεν. ὑετὸς δὲ διὰ τῆς ἀγορᾶς αὐτοῦ διαγομένου πολύς, ὑγρᾶς ἔτι οὔσης τῆς γύψου, ἐπιπεσὼν πᾶσαν αὐτὴν ἀπέκλυσεν, ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι ἀλλὰ καὶ ὁρᾶσθαι. 21Xiph. 150, 22-26 R. St.[5] ὅτι τοῦ Βρεττανικοῦ τελευτήσαντος οὐκέθ᾽ 22 Σενέκας καὶ Βοῦρρος ἐπιμέλειάν τινα ἀκριβῆ τῶν κοινῶν ἐποιοῦντο, ἀλλ᾽ ἠγάπων εἰ καὶ μετρίως πως διάγοντες αὐτὰ περισωθεῖεν, καὶ ἐκ τούτου Νέρων λαμπρῶς ἤδη πάντων ὧν ἤθελεν [p. 50] [6] ἐπ᾽ ἀδείας ἐνεπίμπλατο. καὶ οὕτω γὰρ 23 ἐκφρονεῖν ἄντικρυς ἤρξατο ὥστε καὶ Ἀντώνιόν τινα ἱππέα αὐτίκα ὡς καὶ φαρμακέα κολάσαι, καὶ προσέτι καὶ τὰ φάρμακα δημοσίᾳ καταφλέξαι: αὐτὸς μὲν γὰρ καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῷ διαθήκας τινὰς κακουργήσασί 24 τισιν ἐπεξελθεῖν ἐσεμνύνετο, τοῖς δὲ δὴ ἄλλοις γέλωτα ἰσχυρὸν παρέσχεν, ὅτι τὰ ἑαυτοῦ ἔργα δι᾽ ἑτέρων ἐκόλασεν. 8. καὶ πολλὰ μὲν οἴκοι πολλὰ δὲ καὶ ἐν τῇ πόλει, 25 νύκτωρ καὶ μεθ᾽ ἡμέραν, ἐπικρυπτόμενός πῃ ἠσέλγαινεν, καὶ ἔς τε καπηλεῖα ἐσῄει, καὶ πανταχόσε ὡς καὶ ἰδιώτης ἐπλανᾶτο. πληγαί τε ἐκ τούτων καὶ ὕβρεις συχναὶ ἐγίγνοντο, ὥστε καὶ μέχρι τῶν θεάτρων τὸ δεινὸν προχωρῆσαι. [2] οἱ γάρ τοι περὶ τὴν ὀρχήστραν καὶ περὶ τοὺς ἵππους ἔχοντες οὔτε τῶν στρατηγῶν 26 οὔτε τῶν ὑπάτων ἐφρόντιζον, ἀλλ᾽ αὐτοί τε ἐστασίαζον καὶ τοὺς ἄλλους προσεπεσπῶντο, οὐχ ὅτι κωλύοντός σφας τοῦ Νέρωνος, ὅσον 27 ἀπὸ βοῆς, ἀλλὰ καὶ προσεκταράσσοντος: καὶ γὰρ ἔχαιρε τοῖς δρωμένοις, ἔν τε φορείῳ τινὶ λάθρᾳ ἐς τὰ θέατρα ἐσκομιζόμενος, κἀκ τοῦ ἀφανοῦς τοῖς ἄλλοις [3] ἐφορῶν τὰ γιγνόμενα. ἀμέλει καὶ τοὺς στρατιώτας τοὺς ἀεί ποτε ταῖς τοῦ δήμου συνόδοις παρεῖναι εἰωθότας ἀπηγόρευσε μὴ φοιτᾶν ἐς αὐτάς, πρόφασιν μὲν ὡς καὶ τὰ στρατιωτικὰ αὐτοὺς μόνα διὰ χειρὸς ποιεῖσθαι δέον, τὸ δ᾽ ἀληθὲς ἵν᾽ ὅτι πλείστη τοῖς τι βουλομένοις [p. 52] [4] ταράσσειν ἐξουσία εἴη. τῇ δὲ αὐτῇ σκήψει καὶ πρὸς τὴν μητέρα ἐχρήσατο: οὐδὲ γὰρ οὐδὲ ἐκείνῃ συνεῖναι στρατιώτην τινὰ ἐπέτρεπε, λέγων μηδένα ἄλλον ὑπ᾽ αὐτῶν πλὴν τοῦ αὐτοκράτορος φρουρεῖσθαι χρῆναι. καὶ τοῦτό γε καὶ ἐς τοὺς πολλοὺς [5] τὴν ἔχθραν αὐτοῦ 28 ἐξέφηνεν. τὰ μὲν γὰρ ἄλλα ὅσα καθ᾽ ἑκάστην ὡς εἰπεῖν ἡμέραν καὶ ἔλεγον ἐς ἀλλήλους καὶ ἔπραττον, ἐξῄει μὲν ἐκ τοῦ παλατίου, οὐ μέντοι καὶ πάντα ἐδημοσιεύετο, ἀλλὰ κατείκαζον αὐτὰ καὶ ἐλογοποίουν ἄλλοι 29 ἄλλως: πρὸς γὰρ δὴ τὴν πονηρίαν τήν τε ἀσέλγειάν σφων τά τε ἐνδεχόμενα γενέσθαι 30 ὡς γεγονότα διεθροεῖτο καὶ τὰ πιθανότητά τινα 31 [6] λεχθῆναι ἔχοντα ὡς καὶ ἀληθῆ ἐπιστεύετο: τότε δὲ πρῶτον ἰδόντες αὐτὴν ἄνευ δορυφόρων οἱ μὲν πολλοὶ ἐφυλάττοντο μηδ᾽ ἐκ συντυχίας αὐτῇ συμμῖξαι, εἰ δέ πού τις καὶ συνέτυχε, διὰ ταχέων ἄν, μηδὲν εἰπών, ἀπηλλάγη.” Exc. Val. 238 (p. 682), Xiph. 150, 26-151, 8 R. St.9. ἐν δέ τινι θέᾳ ἄνδρες ταύρους ἀπὸ ἵππων, συμπαραθέοντές σφισι, κατέστρεφον, τετρακοσίας τε ἄρκτους καὶ τριακοσίους λέοντας οἱ ἱππεῖς οἱ σωματοφύλακες τοῦ Νέρωνος κατηκόντισαν, ὅτε καὶ ἱππεῖς ἐκ τοῦ τέλους τριάκοντα ἐμονομάχησαν. ἐν μὲν δὴ οὖν τῷ φανερῷ ταῦτ᾽ ἐποίει, [2] κρύφα δὲ νύκτωρ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων ἐς τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τε 32 τοὺς ἀπαντῶντας, παίων τιτρώσκων φονεύων. καὶ ἐδόκει μέν πως λανθάνειν [p. 54] ῾καὶ γὰρ ἐσθῆσι ποικίλαις καὶ κόμαις περιθέτοις ἄλλοτε ἄλλαις ἐχρῆτὀ, ἠλέγχετο δὲ ἔκ τε τῆς ἀκουλουθίας καὶ ἐκ τῶν ἔργων: οὐδεὶς γὰρ ἂν τοσαῦτα καὶ τηλικαῦτα ἀδεῶς οὕτως ποιῆσαι [3] ἐτόλμησεν. οὐδὲ γὰρ οὐδ᾽ οἴκοι μένειν ἀσφαλὲς οὐδενὶ ἐγίγνετο, ἀλλὰ καὶ ἐς ἐργαστήρια καὶ ἐς οἰκίας ἐσεπήδα. Ἰούλιος οὖν τις Μοντανὸς βουλευτής, ἀγανακτήσας ὑπὲρ τῆς γυναικός, προσέπεσέ τε αὐτῷ καὶ πληγὰς πολλὰς ἐνεφόρησεν, ὥσθ᾽ ὑπὸ τῶν ὑπωπίων συχναῖς αὐτὸν [4] ἡμέραις κρυφθῆναι. καὶ ἔπαθεν ἂν 33 ἐπὶ τούτῳ δεινὸν οὐδέν ῾ὁ γὰρ Νέρων ἐκ συντυχίας ἄλλως ὑβρίσθαι νομίσας οὐδεμίαν ὀργὴν ἐποιεῖτὀ, εἰ μὴ ἐπέστειλεν αὐτῷ συγγνώμην αἰτούμενος. ὡς γὰρ ἀναγνοὺς Νέρων τὰ γράμματα ἔφηοὐκοῦν ᾔδει Νέρωνα τύπτων,’ αὑτὸν 34 κατεχρήσατο. [5] ἐν δέ τινι θεάτρῳ θέας ἐπιτελῶν, εἶτα πληρώσας ἐξαίφνης τὸ θέατρον ὕδατος θαλασσίου ὥστε καὶ ἰχθύας καὶ κήτη 35 ἐν αὐτῷ νήχεσθαι, ναυμαχίαν τε ἐποίησε Περσῶν δὴ τινῶν καὶ Ἀθηναίων, καὶ μετ᾽ αὐτὴν τό τε ὕδωρ εὐθὺς ἐξήγαγε, καὶ ξηράνας τὸ δάπεδον πεζοὺς πάλιν οὐχ ὅπως ἕνα πρὸς ἕνα ἀλλὰ καὶ πολλοὺς ἅμα πρὸς ἴσους 10. συνέβαλεν. ἐγένοντο δὲ μετὰ ταῦτα καὶ δικανικοὶ ἀγῶνες, ἐξ ὧν καὶ αὐτῶν συχνοὶ καὶ ἔφυγον καὶ ἀπέθανον. ὅτι Σενέκας αἰτίαν ἔσχε, καὶ ἐνεκλήθη 36 ἄλλα τε καὶ ὅτι τῇ Ἀγριππίνῃ συνεγίγνετο: οὐ [p. 56] γὰρ ἀπέχρησεν αὐτῷ 37 τὴν Ἰουλίαν μοιχεῦσαι, οὐδὲ βελτίων ἐκ τῆς φυγῆς ἐγένετο, ἀλλὰ καὶ τῇ Ἀγριππίνῃ τοιαύτῃ τε οὔσῃ καὶ τοιοῦτον υἱὸν [2] ἐχούσῃ ἐπλησίαζεν. οὐ μόνον δὲ ἐν τούτῳ ἀλλὰ καὶ ἐν ἄλλοις πάντα 38 τὰ ἐναντιώτατα οἷς ἐφιλοσόφει ποιῶν ἠλέγχθη. καὶ γὰρ τυραννίδος κατηγορῶν τυραννοδιδάσκαλος ἐγίνετο, 39 καὶ τῶν συνόντων τοῖς δυνάσταις κατατρέχων οὐκ ἀφίστατο τοῦ παλατίου, τούς τε κολακεύοντάς τινα διαβάλλων αὐτὸς οὕτω τὴν Μεσσαλῖναν καὶ τοὺς τοῦ Κλαυδίου ἐξελευθέρους ἐθώπευεν 40 ὥστε καὶ βιβλίον σφίσιν ἐκ τῆς νήσου πέμψαι ἐπαίνους αὐτῶν ἔχον, μετὰ ταῦτα ὑπ᾽ αἰσχύνης ἀπήλειψε. [3] τοῖς τε πλουτοῦσιν 41 ἐγκαλῶν οὐσίαν ἑπτακισχιλίων καὶ πεντακοσίων μυριάδων ἐκτήσατο, καὶ τὰς πολυτελείας τῶν ἄλλων αἰτιώμενος πεντακοσίους τρίποδας κιτρίνου 42 ξύλου ἐλεφαντόποδας ἴσους καὶ ὁμοίους εἶχε, καὶ ἐπ᾽ αὐτῶν εἱστία. 43 τοῦτο γὰρ εἰπὼν καὶ τἆλλα τὰ ἀκόλουθα αὐτῷ δεδήλωκα, τάς τε ἀσελγείας, ἃς πράττων γάμον τε ἐπιφανέστατον ἔγημε καὶ μειρακίοις ἐξώροις [4] ἔχαιρε, καὶ τοῦτο καὶ τὸν Νέρωνα ποιεῖν ἐδίδαξε, καίπερ τοσαύτῃ πρόσθεν αὐστηρότητι τῶν τρόπων χρώμενος ὥστε καὶ αἰτήσασθαι παρ᾽ αὐτοῦ [p. 58] [5] μήτε φιλεῖν αὐτὸν μήτε συσσιτεῖν αὐτῷ. καὶ τούτου μὲν καὶ πρόφασίν τινα ἔσχεν, ἵνα δὴ 44 καὶ φιλοσοφεῖν ἐπὶ σχολῆς δύνηται, μηδὲν ὑπὸ τῶν δείπνων αὐτοῦ ἐμποδιζόμενος, τὸ δὲ δὴ τοῦ φιλήματος οὐκ ἔχω συννοῆσαι διότι ἐξέστη: γάρ τοι καὶ μόνον ἄν τις ὑποπτεύσειεν, ὅτι οὐκ ἤθελε τοιοῦτο στόμα φιλεῖν, ἐλέγχεται ἐκ τῶν [6] παιδικῶν αὐτοῦ ψεῦδος ὄν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς μοιχείας ἐγκληθείς τινα τότε μὲν αὐτός τε 45 μηδὲ κατηγορηθεὶς ἀφείθη καὶ τὸν Πάλλαντα τόν τε Βοῦρρον ἐξῃτήσατο, ὕστερον δὲ οὐ καλῶς 46 ἀπήλλαξεν.” Xiph. 151, 8-152, 15 R. St., Exc. Val. 239 p. 685 s#3. (p. 29, 17-30, 8; p. 30, 17-32, 6).[p. 60]

1 dikaio/tera Suid., dikaio/teros *wC.

2 kai\ ei)=pen R. Steph., kai\ ei)=pe/ te *wC, ei)=pe/ te Bk.

3 tou Leuncl., tou= C, om. V.

4 au)tw=| R. Steph., au)th\ *w, au)to\ C.

5 Cf. tou= *ne/rwnos de\ au)tokra/toros kai\ *au)gou/stou u(po/ te th=s boulh=s kai\ th=s stratia=s a)nagoreuqe/ntos h( *)agrippi=na pa/nta ta\ th=| a)rxh=| prosh/konta diw/|kei tw=| e)kei/nou o)no/mati kaphleu/ousa pa/nta. Zonaras (11, 12, p. 37, 29-38, 3 D.)

6 Cf. h( de\ *)agrippi=na (a)gri/ppa cod.) e)/s te ta\ sune/dria e)foi/ta tai=s te presbei/ais — e)pe/stellen. Joann. Ant. (fr. 90 M. v. 102-105)

7 e)kfanh=nai UG (e)mfanh=nai and in marg. gr. e)kfanh=nai A), e)kfh=nai *wC.

8 u(pepeptw/kei St., u(peptw/kei cod. Peir.

9 tw=n Val., tw=n de\ cod. Peir.

10 kw/mous cod. Peir., peri\ kw/mous *wC.

11 w(s Val., ai(s cod. Peir.

12 au)tokratorikh=s *wC, au)tokra/toros cod. Peir.

13 polla\ me\n w(s ei)ko\s — h(rpa/zeto Xiph., xrh/mata polla\ me\n a)di/kws e)pori/zeto, polla\ de\ biai/ws h(rpa/zeto cod. Peir.

14 a)/llws cod. Peir., o(/lws *wC.

15 pollw=| de\ dh=lon *wC (corrupt'.

16 taxu\ me\n cod. Peir. Zon., tou\s me\n *w, ... xo( me\n C.

17 ou)eneti/wn R. Steph., ou)enetei/wn *wC.

18 ou)de\ e(\n Val., ou)de\ e)n cod. Peir.

19 au)to\n a)poktei=nai Val. (e)piktei=nai), au)to\n e)pixqh=nai cod. Peir.

20 gunai=ka C, om. w (but space left blank'.

21 Cf. Th=s d' *)agrippi/nhs, o(/ti mh\ a)rgurologei=n h)du/nato filargurwta/th ou)=sa periqu/mws o)rgisqei/shs, kai\ a)peilhsame/nhs to\n *brettaniko\n au)tokra/tora katasth/sein, fobhqei/s o( *ne/rwn a)pe/kteine farma/kw| au)to/n. kai\ o( me\n paraxrh=ma a)pe/yuce kai\ fora/dhn w(s e)pi/lhptos e)kkeko/misto: e)n de/ ge th=| e)kfora=| e)pei\ pelidno\s u(po\ tou= farma/kou ge/gone, gu/yw| xrisqei\s dia\ th=s a)gora=s h)/geto: kte(. Zonaras (11, 12, p. 38, 23-32 D.) Cf. to/n te ga\r *brettaniko\n a)delfo/n oi( ei)=nai dokou=nta, prw=ta me\n ei)s th\n w(/ran a)selgw=s u(/brisen e)/peita de\ para\ dei=pnon dhlhthri/w| farma/kw| die/fqeiren: w(s deino\n mh\ mo/non o(ra=sqai a)lla\ kai\ a)kou/esqai: pelidno\s ga\r o(/los e)ge/neto kai\ oi( o)fqalmoi\ au)tou= a)new|gme/noi kai\ tou\s e)fo/rous pro\s timwri/an kalou=ntes. Joann. Antioch. (fr. 90 M. v. 87-93)

22 ou)ke/q' Bk., ou)/q' cod. Peir.

23 Rk. rejected either kai\ or ga/r, but some sords may have been omitted by the epitomist.

24 kakourgh/sasi/ Val., kakourgh/santi/ cod. Peir.

25 th=| po/lei cod. Peir., th=| a)/nw po/lei *wC.

26 strathgw=n Madvig, str(??)a cod. Peir.

27 o(/son Reim., o(/sa cod. Peir.

28 kai\ tou=to/ ge — au)tou= Bs., kai\ touto/ge — au)to\s cod. Peir.

29 a)/lloi H. Steph., a)/lla *wC.

30 gene/sqai R. Steph., genesin ... CV.

31 piqano/thta/ tina C2, piqanwtata tina C1, piqanw/tata i(/na V.

32 te Joann. Ant., om. wC cod. Peir.

33 a)\n Reisk., ou)=n *w, erasure in C, om. cod. Peir.

34 au(to\n Xyl., au)to\n *wC.

35 kh/th Sylb., kth/nh *wC.

36 o(/ti o( *sene/kas ai)ti/an e)/sxe kai\ e)neklh/qh cod. Peir., e)neklh/qh de\ kai\ o( senne/kas *wC.

37 au)tw=| Val., au)thi cod. Peir.

38 pa/nta *wC, kai\ pa/nta cod. Peir.

39 e)gi/neto *wC, e)ge/neto cod. Peir.

40 e)qw/peuen *wC, e)qw/peusen cod. Peir.

41 ploutou=sin *wC, plousi/ois cod. Peir.

42 kitri/nou Ciacconi, kedri/nou *wC, kedri/ou cod. Peir.

43 ei(sti/a cod. Peir., ei(stia=to *wC.

44 dh\ Rk., h)/dh cod. Peir.

45 te supplied by Bk.

46 ou) kalw=s Val., ou)ka/llws (ou by correction' cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: