previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Epitome of book 70

1. ἰστέον ὅτι τὰ περὶ τοῦ Ἀντωνίνου τοῦ Εὐσεβοῦς ἐν τοῖς ἀντιγράφοις τοῦ Δίωνος οὐχ εὑρίσκεται, παθόντων τι ὡς εἰκὸς τῶν βιβλίων, ὥστε ἀγνοεῖσθαι τὴν κατ᾽ αὐτὸν ἱστορίαν σχεδὸν σύμπασαν, πλὴν ὅτι τοῦ Λουκίου Κομόδου, ὃν Ἀδριανὸς ἐποιήσατο, πρὸ τοῦ Ἀδριανοῦ τελευτήσαντος οὗτος παρ᾽ ἐκείνου καὶ ἐποιήθη καὶ [2] αὐτοκράτωρ ἐγένετο ῾ξφ. 69, 20᾿, καὶ ὅτι μὴ βουλομένης τῆς γερουσίας τὰς ἡρωικὰς τιμὰς δοῦναι τῷ Ἁδριανῷ τελευτήσαντι διά τινας φόνους ἐπιφανῶν ἀνδρῶν, Ἀντωνῖνος ἄλλα τε πολλὰ δακρύων καὶ ὀδυρόμενος αὐτοῖς διελέχθη, καὶ τέλος εἶπενοὐδὲ ἐγὼ ἄρα ὑμῶν ἄρξω, εἴγε ἐκεῖνος καὶ κακὸς καὶ ἐχθρὸς ὑμῖν καὶ [3] πολέμιος ἐγένετο: πάντα γὰρ δῆλον ὅτι τὰ πραχθέντα ὑπ᾽ αὐτοῦ, ὧν ἓν καὶ ἐμὴ ποίησίς ἐστι, καταλύσετε.’ ἀκούσασα δὲ τοῦτο 1 γερουσία καὶ αἰδεσθεῖσα τὸν ἄνδρα, τὸ δέ τι καὶ τοὺς στρατιώτας φοβηθεῖσα, ἀπέδωκε τῷ Ἁδριανῷ τὰς τιμάς. 2. ταῦτα μόνα περὶ τοῦ Ἀντωνίνου ἐν τῷ Δίωνι σώζεται, καὶ ὅτι Αὔγουστον αὐτὸν καὶ Εὐσεβῆ διὰ τοιαύτην αἰτίαν ἐπωνόμασεν βουλή, ἐπειδὴ ἐν τῇ ἀρχῇ τῆς αὐτοκρατορίας αὐτοῦ πολλῶν αἰτιαθέντων καί τινων καὶ ὀνομαστὶ ἐξαιτηθέντων ὅμως οὐδένα ἐκόλασεν, εἰπὼν ὅτιοὐ δεῖ με ἀπὸ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.’” Xiph. 256, 6-28 R. St.[p. 470] ὅτι Φαρασμάνῃ τῷ Ἴβηρι ἐς τὴν Ῥώμην μετὰ τῆς γυναικὸς ἐλθόντι τήν τε ἀρχὴν ἐπηύξησε καὶ θῦσαι ἐν τῷ Καπιτωλίῳ ἐφῆκεν, ἀνδριάντα τε ἐπὶ ἵππου ἐν τῷ Ἐνυείῳ ἔστησε, καὶ γυμνασίαν αὐτοῦ τε καὶ τοῦ υἱέος τῶν τε ἄλλων πρώτων Ἰβήρων ἐν ὅπλοις εἶδεν.” Exc. UG 56 (p. 407).[2] οὐ σώζεται δὲ οὐδὲ τοῦ μετὰ Ἀντωνῖνον ἄρξαντος Μάρκου Βήρου τὰ πρῶτα τῶν ἱστορουμένων, ὅσα περὶ τὸν Λούκιον τὸν τοῦ Κομόδου υἱόν, ὃν Μάρκος γαμβρὸν ἐποιήσατο, ἔπραξεν οὗτος αὐτός, καὶ ὅσα οὗτος εἰς τὸν κατὰ Οὐολογαίσου πόλεμον ὑπὸ τοῦ πενθεροῦ πεμφθεὶς ἔδρασε. διὸ βραχέα περὶ τούτων ἐξ ἑτέρων ἀναλεξάμενος βιβλίων ἐρῶ: εἶθ᾽ οὕτως ἐπὶ τὰ ἑξῆς τοῦ Δίωνος μεταβήσομαι. 3. γὰρ Ἀντωνῖνος ὁμολογεῖται παρὰ πάντων καλός τε καὶ ἀγαθὸς γενέσθαι, καὶ οὔτε τῶν ἄλλων ὑπηκόων τισὶ βαρὺς οὔτε Χριστιανοῖς ἐπαχθής, ἀλλὰ πολλήν τινα τούτοις νέμων αἰδώ, καὶ τῇ τοῦ Ἀδριανοῦ τιμῇ, ἣν ἐκεῖνος ἐτίμα [2] Χριστιανούς, προστιθείς. γὰρ τοῦ Παμφίλου Εὐσέβιος καὶ ἐπιστολάς τινας τοῦ Ἀδριανοῦ ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ παρατίθεται, ἐν αἷς ἐκεῖνος δείκνυται τοῖς λυποῦσί τι κατηγοροῦσι τῶν Χριστιανῶν δεινὰ ἀπειλῶν, καὶ τὸν Ἡρακλέα ἐπομνύμενος ὡς τεύξονται τιμωρίας. [3] λέγεται δὲ Ἀντωνῖνος ζητητικὸς γενέσθαι, καὶ μηδὲ περὶ τὰ μικρὰ καὶ τὰ τυχόντα τῆς ἀκριβολογίας ἀφίστασθαι: ὅθεν αὐτὸν οἱ σκώπτοντες καὶ κυμινοπρίστην ἐκάλουν. Κοδρᾶτος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν [p. 472] ἡδίστην αὐτῷ κατ᾽ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι.” Xiph. 256, 28-257, 14 R. St.4. ἐπὶ τοῦ Ἀντωνίνου λέγεται καὶ φοβερώτατος περὶ τὰ μέρη τῆς Βιθυνίας καὶ τοῦ Ἑλλησπόντου σεισμὸς γενέσθαι, καὶ ἄλλας τε πόλεις καμεῖν ἰσχυρῶς καὶ πεσεῖν ὁλοσχερῶς, 2 καὶ ἐξαιρέτως τὴν Κύζικον, καὶ τὸν ἐν αὐτῇ ναὸν μέγιστόν τε [2] καὶ κάλλιστον ναῶν ἁπάντων καταρριφῆναι, τετράοργοι μὲν πάχος οἱ κίονες ἦσαν, ὕψος δὲ πεντήκοντα πήχεων, ἕκαστος πέτρας μιᾶς, καὶ τἆλλα τὰ ἐν αὐτῷ ἕκαστον θαυμάσαι πλέον ἐπαινέσαι. περὶ δὲ τὴν μεσόγειον ἄνω κορυφῆς ὄρους διαστάσης θαλάσσιόν φασιν ἐκχυθῆναι κῦμα, ἐπὶ πολύ τε τῆς γῆς ἐλθεῖν ῥιπιζομένην τὴν ἄχνην ἀκράτου καὶ διαυγοῦς θαλάσσης. 1. [1.1] περὶ μὲν οὖν τοῦ Ἀντωνίνου τό γε νῦν ἔχον τοσαῦτα, ἦρξε δὲ εἴκοσι καὶ τέσσαρα ἔτη.” Xiph. 257, 14-24 R. St. “ ”

1 tou=to C, tou/twn V.

2 o(losxerw=s R. Steph., o(lwsxerw=s *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: