previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΥΑΚΙΝΘΟΣ.

κδ. ἀνάγνωθι τὴν ὑάκινθον, γέγραπται γάρ, καί φησιν ἀναφῦναι τῆς γῆς ἐπὶ μειρακίῳ καλῷ, καὶ θρηνεῖ αὐτὸ ἅμα τῷ ἦρι, γένεσιν, οἶμαι, παρ᾽ αὐτοῦ λαβοῦσα, ὅτε ἀπέθανε, καὶ μή σε λειμὼν ἀναβάλῃ τοῦτο, καὶ γὰρ ἐνταῦθα ἐκπέφυκεν, ὁποία τῆς γῆς ἀνέσχε. λέγει δὲ γραφὴ καὶ ὑακινθίνην εἶναι τῷ μειρακίῳ τὴν κόμην, καὶ τὸ αἷμα ἔμβιον τῇ γῇ πινόμενον ἐς οἰκεῖόν τι χρῶσαι τὸ ἄνθος. ῥεῖ δὲ ἀπ᾽ αὐτῆς τῆς κεφαλῆς, ἐμπεπτωκότος αὐτῇ τοῦ δίσκου. δεινὴ μὲν διαμαρτία καὶ οὐδὲ πιστὴ λέγεσθαι κατὰ τοῦ Ἀπόλλωνος: ἐπεὶ δὲ οὐ σοφισταὶ τῶν μύθων ἥκομεν, οὐδὲ ἀπιστεῖν ἕτοιμοι, θεαταὶ δὲ μόνον τῶν γεγραμμένων, ἐξετάσωμεν τὴν γραφήν, καὶ πρῶτόν γε τὴν βαλβῖδα τοῦ δίσκου. βαλβὶς διακέχωσται μικρὰ καὶ ἀποχρῶσα ἑνὶ ἑστῶτι, δὴ τὸ κατόπιν καὶ τὸ δεξιὸν σκέλος ἀνέχουσα πρανῆ τὰ ἔμπροσθεν ἐργάζεται καὶ κουφίζουσα θάτερον τοῖν σκελοῖν, χρὴ συναναπάλλεσθαι καὶ συμπορεύεσθαι τῇ δεξιᾷ. τὸ δὲ σχῆμα τοῦ δίσκον ἀνέχοντος ἐξαλλάξαντα τὴν κεφαλὴν ἐπὶ δεξιὰ χρὴ κυρτοῦσθαι τοσοῦτον, ὅσον ὑποβλέψαι τὰ πλευρὰ καὶ ῥιπτεῖν, οἷον ἀνιμῶντα καὶ προσεμβάλλοντα τοῖς δεξιοῖς πᾶσι. καὶ Ἀπόλλων οὕτω πως ἐδίσκευσεν, οὐ γὰρ ἂν ἄλλως ἀφῆκεν, ἐμπεσὼν δὲ δίσκος ἐς τὸ μειράκιον τὸ μὲν κεῖται ὑπ᾽ αὐτῷ γε τῷ δίσκῳΛακωνικὸν τὸ μειράκιον καὶ τὴν κνήμην [p. 329] ὀρθὸν καὶ δρόμων οὐκ ἀγύμναστον καὶ βραχίονα ὑπεγεῖρον ἤδη καὶ τὴν ὥραν τῶν ὀστῶν ὑπεκφαῖνονἀπέστραπται δὲ Ἀπόλλων ἔτι ἐφεστηκὼς τῇ βαλβῖδι καὶ κατὰ γῆς βλέπει. πεπηγέναι φήσεις αὐτόν, τοσοῦτον αὐτῷ τῆς ἐκπλήξεως ἐμπέπτωκεν. ἀμαθής γε Ζέφυρος νεμεσήσας αὐτῷ καὶ τὸν δίσκον ἐς τὸ μειράκιον ἐπαφείς, καὶ γέλως δοκεῖ τῷ ἀνέμῳ ταῦτα καὶ τωθάζει περιωπὴν ἔχων. ὁρᾷς δέ, οἶμαι, αὐτὸν ἐν πτηνῷ τῷ κροτάφῳ καὶ ἁβρῷ τῷ εἴδει, καὶ στέφανον φέρει πάντων ἀνθέων, μικρὸν δὲ ὕστερον καὶ τὴν ὑάκινθον αὐτοῖς ἐμπλέξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: