previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μικρὸν δέ, εἰ βούλει, ἄνωθεν ἄθρει τὴν θείαν εὐεργεσίαν. πρῶτος ὁτὲ 1 ἐν παραδείσῳ ἔπαιζε λελυμένος, ἐπεὶ παιδίον ἦν τοῦ θεοῦ: ὅτε δὲ ὑποπίπτων 2 ἡδονῇ ῾ὄφις ἀλληγορεῖται ἡδονὴ ἐπὶ γαστέρα ἕρπουσα, κακία γηΐνη, εἰς ὕλας τρεφομένη 3παρήγετο ἐπιθυμίαις, παῖς ἀνδριζόμενος ἀπειθείᾳ καὶ παρακούσας τοῦ πατρὸς ᾐσχύνετο τὸν θεόν. οἷον ἴσχυσεν ἡδονή: δἰ ἁπλότητα λελυμένος ἄνθρωπος ἁμαρτίαις εὑρέθη δεδεμένος. τῶν δεσμῶν λῦσαι τοῦτον κύριος αὖθις ἠθέλησεν, καὶ σαρκὶ ἐνδεθείς ῾μυστήριον θεῖον τοῦτὀ τὸν ὄφιν ἐχειρώσατο καὶ τὸν τύραννον ἐδουλώσατο, τὸν [p. 238] θάνατον, καί, τὸ παραδοξότατον, ἐκεῖνον τὸν ἄνθρωπον τὸν ἡδονῇ πεπλανημένον, τὸν τῇ φθορᾷ δεδεμένον, χερσὶν ἡπλωμέναις ἔδειξε λελυμένον. θαύματος μυστικοῦ: κέκλιται μὲν κύριος, ἀνέστη δὲ ἄνθρωπος καὶ ἐκ τοῦ παραδείσου πεσὼν μεῖζον ὑπακοῆς ἆθλον, οὐρανούς, ἀπολαμβάνει. διό μοι δοκεῖ, ἐπεὶ αὐτὸς ἧκεν ὡς ἡμᾶς οὐρανόθεν λόγος, ἡμᾶς ἐπ̓ ἀνθρωπίνην ἰέναι μὴ χρῆναι διδασκαλίαν ἔτι, Ἀθήνας καὶ τὴν ἄλλην Ἑλλάδα, πρὸς δὲ καὶ Ἰωνίαν πολυπραγμονοῦντας. εἰ γὰρ ἡμῖν 4 διδάσκαλος πληρώσας τὰ πάντα δυνάμεσιν ἁγίαις, δημιουργίᾳ σωτηρίᾳ εὐεργεσίᾳ νομοθεσίᾳ προφητείᾳ διδασκαλίᾳ, πάντα νῦν διδάσκαλος κατηχεῖ καὶ τὸ πᾶν ἤδη Ἀθῆναι καὶ Ἑλλὰς γέγονεν τῷ λόγῳ. οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ Διὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστήσετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν. καὶ δὴ καὶ πᾶς, ὡς ἔπος εἰπεῖν, 5 Χριστὸς οὐ μερίζεται: οὔτε βάρβαρός ἐστιν οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὐκ ἄρρεν, οὐ θῆλυ: καινὸς δὲ ἄνθρωπος θεοῦ πνεύματι ἁγίῳ μεταπεπλασμένος. Εἶθ̓ αἱ μὲν ἄλλαι συμβουλαί τε καὶ ὑποθῆκαι [p. 240] λυπραὶ καὶ περὶ τῶν ἐπὶ μέρους εἰσίν, εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ παιδοποιητέον: καθολικὴ δὲ ἄρα προτροπὴ μόνη καὶ πρὸς ὅλον δηλαδὴ τὸν βίον, ἐν παντὶ καιρῷ, ἐν πάσῃ περιστάσει πρὸς τὸ κυριώτατον τέλος, τὴν ζωήν, συντείνουσα θεοσέβεια: καθ̓ καὶ μόνον ἐπάναγκές ἐστι ζῆν, ἵνα ζήσωμεν ἀεί: φιλοσοφία δέ, φασιν οἱ πρεσβύτεροι, πολυχρόνιός ἐστι συμβουλή, σοφίας ἀίδιον μνηστευομένη ἔρωτα: ‘ἐντολὴ δὲ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς.’ ἀπόλαβε τὸν Χριστόν, ἀπόλαβε τὸ βλέπειν, ἀπόλαβέ σου τὸ φῶς, ὄφῤ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. ‘ποθεινὸς6 λόγος φωτίσας ἡμᾶςὑπὲρ χρυσίον καὶ λίθον τίμιον: γλυκύς 7 ἐστιν ὑπὲρ μέλι καὶ κηρίον.’ πῶς γὰρ οὐ ποθεινὸς τὸν ἐν σκότει κατορωρυγμένον νοῦν ἐναργῆ ποιησάμενος καὶ τὰφωσφόρατῆς ψυχῆς ἀποξύναςὄμματα’; καὶ γὰρ ὥσπερἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων νὺξ ἂν ἦν τὰ πάντα,’ οὕτως εἰ μὴ τὸν λόγον ἔγνωμεν καὶ τούτῳ κατηυγάσθημεν, οὐδὲν ἂν τῶν σιτευομένων ὀρνίθων ἐλειπόμεθα, ἐν σκότει πιαινόμενοι καὶ θανάτῳ τρεφόμενοι. χωρήσωμεν τὸ φῶς, ἵνα χωρήσωμεν τὸν θεόν: χωρήσωμεν τὸ φῶς καὶ μαθητεύσωμεν τῷ κυρίῳ. τοῦτό τοι καὶ ἐπήγγελται [p. 242] τῷ πατρὶδιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου: ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.’ ὕμνησον καὶ διήγησαί μοι τὸν πατέρα σου τὸν θεόν: σώσει σου τὰ διηγήματα, παιδεύσει με ᾠδή. ὡς μέχρι νῦν ἐπλανώμην ζητῶν τὸν θεόν, ἐπεὶ δέ με φωταγωγεῖς, κύριε, καὶ τὸν θεὸν εὑρίσκω διὰ σοῦ καὶ τὸν πατέρα ἀπολαμβάνω παρὰ σοῦ, γίνομαί σου συγκληρονόμος, ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύνθης. Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας: τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγόντες τὸν ὄντως ὄντα θεὸν ἐποπτεύσωμεν, ταύτην αὐτῷ πρῶτον ἀνυμνήσαντες τὴν φωνήνχαῖρε φῶς’: φῶς ἡμῖν ἐξ οὐρανοῦ τοῖς ἐν σκότει κατορωρυγμένοις καὶ ἐν σκιᾷ θανάτου κατακεκλεισμένοις ἐξέλαμψεν ἡλίου καθαρώτερον, ζωῆς τῆς ἐνταῦθα γλυκύτερον. τὸ φῶς ἐκεῖνο ζωή ἐστιν ἀίδιος, καὶ ὅσα μετείληφεν αὐτοῦ, ζῇ, νὺξ δὲ εὐλαβεῖται τὸ φῶς καὶ δύνουσα διὰ τὸν φόβον παραχωρεῖ τῇ ἡμέρᾳ κυρίου: τὰ πάντα φῶς ἀκοίμητον γέγονεν καὶ δύσις εἰς ἀνατολὴν περιέστηκεν. 8 τοῦτο κτίσις καινὴ βεβούληται: γὰρ τὰ πάντα καθιππεύωνδικαιοσύνης ἥλιοςἐπ̓ ἴσης περιπολεῖ τὴν ἀνθρωπότητα, τὸν πατέρα μιμούμενος, ὃςἐπὶ πάντας ἀνθρώπους ἀνατέλλει τὸν ἥλιον αὐτοῦ,’ καὶ καταψεκάζει τὴν δρόσον τῆς ἀληθείας. οὗτος τὴν δύσιν εἰς ἀνατολὴν μετήγαγεν καὶ τὸν θάνατον εἰς ζωὴν ἀνεσταύρωσεν, ἐξαρπάσας δὲ τῆς ἀπωλείας τὸν ἄνθρωπον προσεκρέμασεν αἰθέρι, [p. 244] μεταφυτεύων τὴν φθορὰν εἰς ἀφθαρσίαν καὶ γῆν μεταβάλλων εἰς οὐρανούς, τοῦ θεοῦ γεωργός, ‘δεξιὰ σημαίνων, λαοὺς δ̓ ἐπὶ ἔργονἀγαθὸνἐγείρων, μιμνῄσκων βιότοιοἀληθινοῦ, καὶ τὸν μέγαν ὄντως καὶ θεῖον καὶ ἀναφαίρετον τοῦ πατρὸς κλῆρον χαριζόμενος ἡμῖν, οὐρανίῳ διδασκαλίᾳ θεοποιῶν τὸν ἄνθρωπον, ‘διδοὺς νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίαν γράφων αὐτούς.’ τίνας ὑπογράφει νόμους; ‘ὅτι πάντες εἴσονται τὸν θεὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἵλεως,’ φησὶν θεός, ‘ἔσομαι αὐτοῖς καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ.’ δεξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρεπομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως , ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον εὐπαθείας, 9 οἷόν τι ἐνοίκιον τὴν εὐσέβειαν 10 τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως. χρύσεα χαλκείων, ἑκατόμβοἰ ἐννεαβοίων. ὀλίγης πίστεως γῆν σοι δίδωσι τὴν τοσαύτην γεωργεῖν, ὕδωρ πίνειν καὶ ἄλλο πλεῖν, ἀέρα ἀναπνεῖν, πῦρ ὑπουργεῖν, κόσμον οἰκεῖν: ἐντεῦθεν εἰς οὐρανοὺς ἀποικίαν στείλασθαί σοι συγκεχώρηκεν: τὰ μεγάλα ταῦτα καὶ τοσαῦτά σοι δημιουργήματα καὶ χαρίσματα ὀλίγης πίστεως μεμίσθωκεν. εἶθ̓ οἱ μὲν τοῖς γόησι πεπιστευκότες τὰ περίαπτα καὶ τὰς ἐπαοιδὰς ὡς σωτηρίους δῆθεν ἀποδέχονται, ὑμεῖς δὲ οὐ βούλεσθε τὸν οὐράνιον αὐτὸν περιάψασθαι, τὸν σωτῆρα λόγον, καὶ τῇ ἐπῳδῇ τοῦ θεοῦ [p. 246] πιστεύσαντες ἀπαλλαγῆναι μὲν παθῶν, δὴ ψυχῆς νόσοι, ἀποσπασθῆναι δὲ ἁμαρτίας ; θάνατος γὰρ ἀίδιος ἁμαρτία. τέλεον νωδοὶ καὶ τυφλοὶ καθάπερ οἱ σπάλακες οὐδὲν ἄλλο ἐσθίοντες ἐν σκότῳ διαιτᾶσθε, περικαταρρέοντες τῇ φθορᾷ. ἀλλ̓ ἔστιν, ἔστιν ἀλήθεια κεκραγυῖαἐκ σκότους φῶς λάμψει.’ λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρωπον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασμιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ ἐγκελευομένου τὰ σωτήρια. δὲ πειθόμενος αὐτῷ κατὰ πάντα δὴ πλεονεκτεῖ: ἕπεται τῷ θεῷ, πείθεται τῷ πατρί, ἔγνω πλανώμενος αὐτόν, ἠγάπησε τὸν θεόν, ἠγάπησε τὸν πλησίον, ἐπλήρωσε τὴν ἐντολήν, τὸ ἆθλον ἐπιζητεῖ, τὴν ἐπαγγελίαν ἀπαιτεῖ. Πρόκειται δὲ ἀεὶ τῷ θεῷ τὴν ἀνθρώπων ἀγέλην σῴζειν. ταύτῃ καὶ τὸν ἀγαθὸν ποιμένα ἀγαθὸς ἀπέστειλεν θεός: ἁπλώσας δὲ λόγος τὴν ἀλήθειαν ἔδειξε τοῖς ἀνθρώποις τὸ ὕψος τῆς σωτηρίας, ὅπως μετανοήσαντες σωθῶσιν μὴ ὑπακούσαντες κριθῶσιν. τοῦτο τῆς δικαιοσύνης τὸ κήρυγμα, ὑπακούουσιν εὐαγγέλιον, παρακούσασιν κριτήριον. ἀλλὰ σάλπιγξ μὲν μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν, [p. 248] Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς εἰρηνικοὺς στρατιώτας τοὺς ἑαυτοῦ; συνήγαγε μὲν οὖν, ἄνθρωπε, τὸ στρατιωτικὸν τὸ ἀναίμακτον αἵματι καὶ λόγῳ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν αὐτοῖς ἐνεχείρισεν. σάλπιγξ ἐστὶ Χριστοῦ τὸ εὐαγγέλιον αὐτοῦ: μὲν ἐσάλπισεν, ἡμεῖς δὲ ἠκούσαμεν. ἐξοπλισώμεθα εἰρηνικῶς, ‘ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνηςκαὶ τὴν ἀσπίδα τῆς πίστεως ἀναλαβόντες καὶ τὴν κόρυν τοῦ σωτηρίου περιθέμενοι καὶτὴν μάχαιραν τοῦ πνεύματος, ἐστι ῥῆμα θεοῦ,’ ἀκονήσωμεν. οὕτως ἡμᾶς ἀπόστολος εἰρηνικῶς ἐκτάττει: ταῦτα ἡμῶν τὰ ὅπλα τὰ ἄτρωτα: τούτοις ἐξοπλισάμενοι παραταξώμεθα τῷ πονηρῷ: τὰ πεπυρακτωμένα τοῦ πονηροῦ ἀποσβέσωμεν βέλη ταῖς ὑδατίναις ἀκμαῖς ταῖς ὑπὸ τοῦ λόγου βεβαμμέναις, εὐχαρίστοις ἀμειβόμενοι τὰς εὐποιίας εὐλογίαις καὶ τὸν θεὸν τῷ θείῳ γεραίροντες λόγῳ. ‘ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ,’ φησίν, ‘ἰδοὺ πάρειμι.’ τῆς ἁγίας καὶ μακαρίας ταύτης δυνάμεως, δἰ ἧς ἀνθρώποις συμπολιτεύεται θεός. λῷον οὖν καὶ ἄμεινον τῆς ἀρίστης τῶν ὄντων οὐσίας μιμητὴν ὁμοῦ καὶ θεραπευτὴν γενέσθαι: οὐ γὰρ μιμεῖσθαί τις δυνήσεται τὸν θεὸν δἰ ὧν ὁσίως θεραπεύει 11 οὐδ̓ αὖ θεραπεύειν καὶ σέβειν μιμούμενος. γέ τοι οὐράνιος καὶ θεῖος ὄντως ἔρως ταύτῃ προσγίνεται τοῖς ἀνθρώποις, ὅταν ἐν αὐτῇ που τῇ ψυχῇ τὸ ὄντως καλὸν ὑπὸ τοῦ θείου λόγου ἀναζωπυρούμενον ἐκλάμπειν δυνηθῇ: καὶ τὸ μέγιστον, ἅμα τῷ [p. 250] βουληθῆναι γνησίως τὸ σωθῆναι συντρέχει, ὁμοζυγούντων, ὡς ἔπος εἰπεῖν, προαιρέσεως καὶ ζωῆς. τοιγάρτοι μόνη αὕτη τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γενομένη. τί δή σε προτρέπω; σωθῆναί σε ἐπείγομαι. τοῦτο Χριστὸς βούλεται: ἑνὶ λόγῳ ζωήν σοι χαρίζεται. καὶ τίς ἐστιν οὗτος; μάθε συντόμως: λόγος ἀληθείας, λόγος ἀφθαρσίας, ἀναγεννῶν τὸν ἄνθρωπον, εἰς ἀλήθειαν αὐτὸν ἀναφέρων, τὸ κέντρον τῆς σωτηρίας, ἐξελαύνων τὴν φθοράν, ἐκδιώκων τὸν θάνατον, ἐν ἀνθρώποις οἰκοδομήσας νεών, ἵνα ἐν ἀνθρώποις ἱδρύσῃ τὸν θεόν. ἅγνισον τὸν νεών, καὶ τὰς ἡδονὰς καὶ τὰς ῥᾳθυμίας ὥσπερ ἄνθος ἐφήμερον καταλίμπανε ἀνέμῳ καὶ πυρί, σωφροσύνης δὲ τοὺς καρποὺς γεώργησον ἐμφρόνως, καὶ σεαυτὸν ἀκροθίνιον ἀνάστησον τῷ θεῷ, ὅπως οὐκ ἔργον μόνον, ἀλλὰ καὶ χάρις ᾖς 12 τοῦ θεοῦ: πρέπει δὲ ἄμφω τῷ Χριστοῦ 13 γνωρίμῳ, καὶ βασιλείας ἄξιον φανῆναι καὶ βασιλείας κατηξιῶσθαι.

1 o(te\ Stählin. o(te\ me\n Dindorf. o(/te h)=n Markland.

2 u(popi/ptwn Schsartz. u(pe/pipten MSS.

3 strefome/nh Heyse: Stählin.

4 o( Heyse.

5 Stählin, follosing Schsartz, suspects an omission betseen ei)pei=n and o( *xristo\s.

6 poqeino\s—gluku/s Mayor (see Psalm xviii. 11 Sept.). gluku\s—poqeino/s MSS.

7 poqeino\s—gluku/s Mayor (see Psalm xviii. 11 Sept.). gluku\s—poqeino/s MSS.

8 ei)s a)natolh\n perie/sthken Wilamositz. a)natolh\ pepi/steuken MSS.

9 eu)paqei/as Mayor. eu)pa/qeian MSS. eu)pei/qeian Heyse.

10 th\n eu)se/beian Heyse.

11 qerapeu/ei Schsartz. qerapeu/sei MSS.

12 h)=|s Wilamositz. h)=| MSS.

13 *xristou= Mayor. *xristw=| MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: