previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τριγώνων δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ζωδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται, τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα δ, τὸ μὲν πρῶτον, ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ οἴκους ἔχον ἡλίου τε καὶ Ἄρεως καὶ Διός, ἐδόθη τῷ ἡλίῳ καὶ Διὶ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην οἰκοδεσποτίαν ἡμέρας μὲν ἥλιος, νυκτὸς δὲ τοῦ Διός, καὶ ἔστιν μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ, δὲ Λέων μᾶλλον [p. 84] πρὸς τῷ θερινῷ, δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον, διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτίαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις. διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει μῖξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβυκόν, ἐπειδήπερ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικός, διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. Τό τε δεύτερον τρίγωνον, ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἄφροδίτης. καὶ ἔστιν μὲν Ταῦρος πρὸς τῷ θερινῷ κύκλῳ μᾶλλον, δὲ Παρθένος πρὸς τῷ ἰσημερινῷ, δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν, ἐπειδήπερ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός. προσλαβὼν δὲ μῖξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατ̓ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν. [p. 86] Τὸ δὲ τρίτον τρίγωνον ἐστι τὸ διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη, πάλιν οἰκοδεσποτοῦντος ἡμέρας μὲν τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ ἔστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου: κατὰ δὲ τὴν μῖξιν βορραπηλιωτικὸν διὰ τὴν τοῦ Διὸς αἵρεσιν τῷ τοῦ Κρόνου πρὸς τὸ τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. Τὸ δὲ τέταρτον τρίγωνον, ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μὲν λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τὸν Σκορπίον: συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν σελήνη, ἡμέρας δὲ τῆς Ἀφροδίτης, καὶ ἔστιν μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ιχθῦς πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβυκὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτίαν, κατὰ μῖξιν δὲ νοτολιβυκὸν διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν. [p. 88]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: