previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τόπων καὶ μοιρῶν Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τῆς οἰκοδεσποτίας, τόπους καὶ μοίρας ὀνομάσαντες, καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β ἥμισυ, καὶ διδόντες αὐτῶν τὴν κυρίαν τοῖς ἐφεξῆς ζῳδίοις. ἄλλοι δὲ καὶ κατ̓ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκάστην πάλιν ἀπ̓ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν πιθανὸν καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν. ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν, ὅτι καὶ τὰς τῶν δωδεκατημορίων ἀρχὰς ἀπὸ τῶν ἰσημερινῶν καὶ τῶν τροπικῶν σημείων εὔλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν [p. 110] καὶ οὐκ ἀπ̓ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν. ἄλλων μὲν γὰρ ἀρχῶν ὑποτιθεμένων μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ζωδιακοῦ διαστημάτων.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: