previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προοίμιον

Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθ̓ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓ [p. 118] ὅλα ἔθνη καὶ χώρας καὶ πόλεις λαμβανομένου, καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθ̓ ἕνα ἕκαστον τῶν ἀνθρώπων, καὶ αὐτὸ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων. ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθ̓ ὅλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων περιειληφέναι. Καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις. καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων λιμῶν λοιμῶν σεισμῶν κατακλυσμῶν καὶ τῶν τοιούτων: τὸ δὲ κατὰ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοιώσεις, περί τε ἀνέσεις ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ: [p. 120] πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζωδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον, ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθ̓ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπὶ πᾶν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.

hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), HEROO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), LI´BYA
    • Dictionary of Greek and Roman Geography (1854), PANNO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), SEMA´NA SILVA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: