previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος Τέταρτον δ̓ ἐστὶ κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι, πότερον ἀγαθῶν τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποδαπὸν ἐφ̓ ἑκάτερον κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους καθ̓ ὧν ἂν ὦσι τετυχηκότες. μὲν γὰρ ἥλιος καὶ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες [p. 178] εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γενόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτίας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἀδρανείας. δὲ τῶν τὴν κυρίαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα. Ἀρξόμεθα δὲ τῆς καθ̓ ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι ἔτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν ὡς ὅταν καθ̓ ὅλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ καταστάσει, ἐάν τε καὶ τῶν ἀπλανῶν τις τῶν τοῦ ζωδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται: καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρός ἀλλήλους τῶν πλανωμένων μῖξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας τόπους τοῦ ζωδιακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλάνητας συνοικειώσεις. μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθ̓ ὅλου μὲν φθορᾶς τῆς κατὰ [p. 180] ψύξιν ἐστὶν αἴτιος: ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας, φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ. τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπὶ πᾶν, σπάνιν τε καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ὑφ̓ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται. περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικά, δυσαερίας τε καὶ συννεφίας καὶ ζόφους: ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ̓ ὧν καὶ τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται. περὶ δὲ ποταμοὺς θαλάττας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάτταις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων. πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος κατακλυσμῶν ὑδάτων ὄμβρων ἐπιφορᾶς χαλάζης τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης τῶν ἀνθρώπων ἀπωλείας. [p. 182] δὲ τοῦ Διὸς μόνος τὴν κυρίαν λαχὼν καθ̓ ὅλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γενομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν ἐπιτηδείων αὐξήσεις, εὐεξίας τε σωματικὰς καὶ ψυχικάς: ἔτι δὲ εὐεργεσίας τε καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων, αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας. καθ̓ ὅλου τε εὐδαιμονίας ἐστὶν αἴτιος. περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπληθίαν ποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθοράν τε καὶ ἀπώλειαν. εὔκρατον δὲ τὴν τῶν ἀέρων κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται, στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια. δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθ̓ ὅλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων τούς τε διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας μάλιστα τῶν ἀκμαίων: ὁμοίως δὲ βίας τε καὶ [p. 184] ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ ληστείας: περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικὰ κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας: περὶ δὲ θάλατταν στόλων μὲν αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων κεραυνῶν τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων: περὶ δὲ τὰ ἐπὶ τῆς γῆς ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν καὶ φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῶν τοῦ καύματος καταφλέξεων βρούχου τῆς τῶν πνευμάτων ἐκτινάξεως ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως. δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος καθ̓ ὅλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγωγοὺς καὶ πρὸς τὰ σεβάσμια τιμητικάς: ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας: περὶ δὲ τὰ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας [p. 186] τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας, στόλων τε εὐπλοίας καὶ ἐπιτυχίας καὶ ἐπικερδίας καὶ ποταμῶν πλήρεις ἀναβάσεις: ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ. δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτίαν λαβὼν καθ̓ ὅλου μέν, ὡς ἂν συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν: ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος, ληστηρίων δὲ καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς σχηματισμοῖς, νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ ἀναφορικῶν καὶ φθίσεων: ἀποτελεστικός τε καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως οἰκείως τῇ πρὸς αὐτοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει. πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν τε εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικός: τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων [p. 188] καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικός, ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερητικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός. Ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατὰ τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις, ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων, καὶ μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται: ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου τοῦ καθ̓ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ̓ ὁποιονουνδήποτε τρόπον συσχηματισμοὺς διεξελθεῖν οὕτω γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος ἐπὶ τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ. Παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι οἰκειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρίαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται: ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν οἰκείαν φύσιν [p. 190] ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων ἧττον ὠφελοῦσι. τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρίαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν: ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτίαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν. ὡς ἐπὶ πᾶν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πάθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ̓ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ καθέξεις διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φωτῶν.

hide References (47 total)
  • Cross-references to this page (47):
    • Harper's, Sequăna
    • Dictionary of Greek and Roman Geography (1854), BRIVATES PORTUS
    • Dictionary of Greek and Roman Geography (1854), CARNU´TES
    • Dictionary of Greek and Roman Geography (1854), CEBENNA MONS
    • Dictionary of Greek and Roman Geography (1854), CENOMANI
    • Dictionary of Greek and Roman Geography (1854), CONDATE
    • Dictionary of Greek and Roman Geography (1854), CONDIVICNUM
    • Dictionary of Greek and Roman Geography (1854), CROCIA´TONUM
    • Dictionary of Greek and Roman Geography (1854), DAIRIORIGUM
    • Dictionary of Greek and Roman Geography (1854), DIABLINTES
    • Dictionary of Greek and Roman Geography (1854), EBUROVI´CES
    • Dictionary of Greek and Roman Geography (1854), FORUM SEGUSIANORUM
    • Dictionary of Greek and Roman Geography (1854), GA´LLIA TRANSALPINA
    • Dictionary of Greek and Roman Geography (1854), GENABUM
    • Dictionary of Greek and Roman Geography (1854), GESORIACUM
    • Dictionary of Greek and Roman Geography (1854), GOBAEUM
    • Dictionary of Greek and Roman Geography (1854), HE´RIUS
    • Dictionary of Greek and Roman Geography (1854), IATINUM
    • Dictionary of Greek and Roman Geography (1854), JULIOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), LEXO´VII
    • Dictionary of Greek and Roman Geography (1854), LI´NGONES
    • Dictionary of Greek and Roman Geography (1854), LUGDU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), LUTE´TIA PARISIO´RUM
    • Dictionary of Greek and Roman Geography (1854), MEDIOLA´NUM
    • Dictionary of Greek and Roman Geography (1854), MELDI
    • Dictionary of Greek and Roman Geography (1854), NAMNE´TES
    • Dictionary of Greek and Roman Geography (1854), NOEODU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), NOEOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), NOVIOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), OLINAS
    • Dictionary of Greek and Roman Geography (1854), OSISMI
    • Dictionary of Greek and Roman Geography (1854), RE´DONES
    • Dictionary of Greek and Roman Geography (1854), RODUMNA
    • Dictionary of Greek and Roman Geography (1854), ROTOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), SEGUSIA´NI
    • Dictionary of Greek and Roman Geography (1854), SE´NONES
    • Dictionary of Greek and Roman Geography (1854), SE´QUANA
    • Dictionary of Greek and Roman Geography (1854), STALIOCA´NUS PORTUS
    • Dictionary of Greek and Roman Geography (1854), TETUS
    • Dictionary of Greek and Roman Geography (1854), TRICASSES
    • Dictionary of Greek and Roman Geography (1854), TU´RONES
    • Dictionary of Greek and Roman Geography (1854), UNELLI
    • Dictionary of Greek and Roman Geography (1854), VADICASSII
    • Dictionary of Greek and Roman Geography (1854), VA´SCONES
    • Dictionary of Greek and Roman Geography (1854), VIDUCASSES
    • Dictionary of Greek and Roman Geography (1854), VINDANA PORTUS
    • Dictionary of Greek and Roman Geography (1854), VORGA´NIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: