Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] Πέμπτον, ὅτι οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας: πολλὰ γὰρ κατ̓ οἰκονομίαν γίνεται καὶ ὅλως πολλὰ δεῖ πρότερον μαθεῖν, ἵνα τις περὶ ἀλλοτρίας πράξεως καταληπτικῶς τι ἀποφήνηται. Ἕκτον, ὅτι, ὅταν λίαν ἀγανακτῇς ἢ καὶ δυσπαθῇς, ἀκαριαῖος ὁ ἀνθρώπειος βίος καὶ μετ̓ ὀλίγον πάντες ἐξετάθημεν. Ἕβδομον, ὅτι οὐχ αἱ πράξεις αὐτῶν ἐνοχλοῦσιν ἡμῖν: ἐκεῖναι γάρ εἰσιν ἐν τοῖς ἐκείνων ἡγεμονικοῖς: ἀλλὰ αἱ ἡμέτεραι ὑπολήψεις. ἆρον γοῦν καὶ θέλησον ἀφεῖναι τὴν ὡς περὶ δεινοῦ κρίσιν καὶ ἀπῆλθεν ἡ ὀργή. πῶς οὖν ἀρεῖς; λογισάμενος ὅτι οὐκ αἰσχρόν: ἐὰν γὰρ μὴ μόνον ᾖ τὸ αἰσχρὸν κακόν, ἀνάγκη καὶ σὲ πολλὰ ἁμαρτάνειν καὶ λῃστὴν καὶ παντοῖον γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.