Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὁ Ἐπίκουρος λέγει ὅτι: ῾ ἐν τῇ νόσῳ οὐκ ἦσάν μοι αἱ ὁμιλίαι περὶ τῶν τοῦ σωματίου παθῶν οὐδὲ πρὸς τοὺς εἰσιόντας τοιαῦτά τινα, φησίν, ἐλάλουν, ἀλλὰ τὰ προηγούμενα φυσιολογῶν διετέλουν καὶ πρὸς αὐτῷ τούτῳ ὤν, πῶς ἡ διάνοια συμμεταλαμβάνουσα τῶν ἐν τῷ σαρκιδίῳ τοιούτων κινήσεων ἀταρακτεῖ τὸ ἴδιον ἀγαθὸν τηροῦσα. οὐδὲ τοῖς ἰατροῖς ἐμπαρεῖχον, φησί, καταφρυάττεσθαι ὥς τι ποιοῦσιν, ἀλλ̓ ὁ βίος ἤγετο εὖ καὶ καλῶς.᾿ ταὐτὰ οὖν ἐκείνῳ, ἐν νόσῳ, ἐὰν νοσῇς καὶ ἐν ἄλλῃ τινὶ περιστάσει: τὸ γὰρ μὴ ἀφίστασθαι φιλοσοφίας ἐν οἷς δήποτε τοῖς προσπίπτουσι μηδὲ ἰδιώτῃ καὶ ἀφυσιολόγῳ συμφλυαρεῖν, πάσης αἱρέσεως κοινόν. πρὸς μόνῳ τῷ νῦν πρασσομένῳ εἶναι καὶ τῷ ὀργάνῳ, δἰ οὗ πράσσεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.