previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα: καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, δὲ Ἁβροκόμης καὶ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες: παρεμυθεῖτο δ̓ αὐτοὺς εἰς ἅπαντα μετ̓ ἀλλήλων πλοῦς. [2] Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον: κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο. [3] Καὶ ἦν πλοῦς αὐτοῖς οὔριος: λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλουςἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετ̓ ἀλλήλων;’ Καὶ δή ποτε Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενοςἌνθειαἔφησε, ‘τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετ̓ ἀλλήλων: [4] ἂν δ̓ ἄρα τι πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ [5] ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι.’ Ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶτί τοῦτοἔφησενἉβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν ἄνευ σοῦ; Ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην [p. 341] ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπ̓ ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.’ [6] Ταῦτα ἔλεγεν Ἄνθεια: ἐπώμνυε δὲ καὶ Ἁβροκόμης, καὶ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους. Ἐν τούτῳ δὲ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δ̓ Ῥοδίων νῆσος μεγάλη καὶ καλή: καὶ αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως: δεῖν γὰρ ἔφασκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: