Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ ἄλλοτε δὲ Ἄρης Ἐνυάλιος, Ἀθηνᾶ
Παλλάς, ξίφος ἐγχειρίδιον, λαμπὰς φῶς, καὶ ἄλλα
ὁμότροπα τούτοις, ἅπερ δυσμνημόνευτά ἐστιν παρὰ
τὰ νομιζόμενα ἑκάστῳ ἔθνει τῶν ἀνθρώπων καὶ
βλάβην φέρει, ἐὰν κατὰ γλῶσσάν τις παραγγέλλῃ
μᾶλλον ἢ κοινόν τι ἅπασιν.