Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐάνπερ γε ᾖ ὁ πυλωρὸς νοηρός. πᾶσαν δὲ
ἀνοίγεσθαι ὑποζυγίων ἕνεκεν καὶ ἁμαξῶν καὶ
ἀγωγίμων ἐπισφαλές. καὶ ἐάν τι δέῃ εἰσενέγκασθαι
σίτου ἢ ἐλαίου ἢ οἴνου ἐν τάχει ἢ τῶν
ὁμοτρόπων τούτοις, ἁμάξαις ἢ σωμάτων πλήθει,
ταῦτα δὲ χρὴ κατὰ τὰς ἐγγύτατα πύλας κομίζειν,
...καὶ οὕτως ἂν τάχιστα καὶ ῥᾷστα εἰσκομισθείη.