Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς
μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ
πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες:
κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν
φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων
τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά: