This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν: τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς: λαβομένη δὲ τῶν γονάτων αὐτῆς ‘δέομαί σου’ φησίν, ‘κυρία, σῶσον ἡμᾶς: τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος: φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.