This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [7] αὕτη γὰρ ὑμᾶς ἔσωσεν.’ Ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ ‘σὺ οὖν’ εἶπε ‘χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ’ καὶ ἅμα ὤθησεν αὐτήν. Ἡ δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.