Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] Πολλοὶ μετ̓ αὐτὸν εἰσῆλθον ὑπ̓ ἀπιστίας: ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼς ‘τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον: ἡ νεκρὰ δὲ ποῦ;’ Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας ‘τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ̓ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας;: ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.