This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] Τῆς δ̓ ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ [p. 77] μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα: μὴ γὰρ ἂν μηδὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν: ὁ δὲ Μιθριδάτης ‘ἐμοῦ μὲν ἕνεκα’ φησὶν ‘ἄπιθι, βούλομαι γάρ σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός: ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν: ἐπεὶ δὲ ἡ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον: νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.