previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι τὸ Μουσεῖον Φιλιάσιος Τίμων σιλλογράφος fr. 60 W' 'τάλαρόν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες:
πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
Μουσέων ἐν ταλάρῳ.
ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
τραπεζορήτορες, οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων om. Koepke':'
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
καὶ Μνησίθεος δ᾽ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος Μιτυληναῖος ποιητής fr. 39 B4':'
τέγγε πνεύμονα οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται:
δ᾽ ὥρη χαλεπή: πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.
καὶ ἀλλαχοῦ fr. 40':'
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα I 297 K':'
πρὸ τοῦ κυνὸς τὸν πνεύμον᾽ ἔκλυτον φορῇ.
ἡμῖν δ᾽ οὐ μόνον πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ καρδία. καίτοι Ἀντιφάνης λέγει II 112 K':'
τὸ δὲ ζῆν, εἰπέ μοι,
τί ἐστι; τὸ πίνειν φήμ᾽ ἐγώ.
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν
βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται,
τὰ δ᾽ ἀντιτείνοντ᾽ [οἱονεὶ δίψαν τινὰ
ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν᾽ ἀπόλλυται.
οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης II 126 K':'
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
Εὔβουλος II 209 K':'
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
Β. πέπωκας οὗτος; Α. ..... πέπωκ᾽ ἐγώ,
μὰ Δία τὸν Μενδαῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: